PG 24, col. 117

μου, καὶ οὐκ ἐποίησα aucti); διότι ἔμεινα τοῦ ποιῆσαι
σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Νὖν οὖν ἀναγγελῶ
ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου ο Ἀφελῶ τὸν φρα-
γμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήνο καὶ καθελῶ
τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται είς καταπάτημα· καὶ
ἀνήσω τὸν ἀμπελῶνα μου, καὶ οὐ μὴ τιμηθῇ, οὐδ’
οὐ μὴ σκαφῇ, καὶ ἀναϐήσεται είς αὐτὸν, ὼς είς χέρ-
σον, ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐπελοῦμαι τοῦ μὴ
βρέξαι είς αὐτὸν ὑετόν. ι Νεφέλας δηλῶν τοὺς προ-
φήτας ' ἀλλὰ καὶ διὰ τὸ καθαρὸν αὐτῶν καὶ διαυγὲς
τοῦ βίου, νεφέλας αὐτοὺς καλεῖ· διὰ τούτων γὰρ ὁ
οὐράνιος αὐτοῖς ἐχορηγεῖτο λόγος· οἷς ἀπειλεί ὁ Κύ- Β minatur.
ριος ἀποστήσειν αὐτῶν.
ι Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δέ ἀνομίαν,
καὶοὺ δικαιοσύνην, ἀλλά κραυγήν. ι Κραυγὴν γὰρ
ἀφίησι πᾶσα πρὸς θάνατον ἁμαρτία, βοώσης τῆς πρά·
ξεως αὐτῆς· οὕτω γοῦν εἴρηται τὸ, ι Φωνὴ αἵματος
Ἅϐελ τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μέ.
ι Θῦ ⁵γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κε-
ράμιον ἐν · καὶ ὁσπείρων ἀρτάϐας ἓξ, ποιήσει μέτρα
τρία. › Σπανίους τινὰς τοὺς ἐν αὐτοῖς εὑρεθησομέ-
’νονς σωτηρίας ἀξίους αἰνίττεται, ’
ι Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώ-
κοντες, οἱ μένοντες τὸ ὀψέο ό γὰρ οἶνος αὐτοὺς συγ-
καύσει. ι *Τῆς ἀποστολικῆς λέξεως ἐξήγησιν τὸ C
παρὸν τοῦτο μέρος τῆς προφητείας περιέχειο διότι
γὰρ, φησὶ, ι Μέθυσοι βασιλείαν Θεοῦ οὐ κληρονομή-
σουσι· › τουτέστιν οἱ ἄρτι τὴν ἐκ τῆς νεότητος ἄνοιαν
ἀποθέμενοι, καὶ ἀντὶ τῆς τοῦ λόγου δυνάμεως εὐτό-
νως καταπαλαίειν τὰ πάθη, ἀνατρεπόμενοι παρ’
αὐτῶν, καὶ οἷόν τινα μέθην τὰ πάθη μεταδιώκοντες.
Εἰκὸς δὲ τοὺς Ἰουδαίους καὶ μετὰ τὴν κατὰ τοῦ Σω-
τῆρος ἡμῶν τόλμαν, ὅτε ἐχρῆν αὐτοὺς πενθεῖν διὰ
τὴν μέλλουσαν καταλήψεσθαι αὐτοὺς ὀργὴν, κραιπά-
λαις, καὶ οἰνοφλυγίαις, καὶ τῇ ἄλλῃ τρυφῇ σχολάζειν.
Διὸ ταλανίζονται ὑπὸ τοῦ λόγου, ὡς ἀνεπαισθήτως
ἔχοντες τῶν ὅσον οὔπω καταληψομένων αὐτοὺς κακῶν.
ι ξίετάγάρ κιθάρας καὶ ψαλτηρίου, καὶ τυμπάνων
τὸν οἶνον πίνουσι’ τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμϐλέ-
πουσι, καὶ τά ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦ-
σιν. ι Ἀλλ’ οὐδὲ τοῖς θείοις προσέχειν λογίοις, καὶ
τὴν ἐκεῖθεν ὠφέλειαν καρποῦσθαι οἷόν τε τοὺς κω-
μαστικὸν βίον ἀσπαζομένους, καὶ μέθῃ καὶ⁷ κορδα-
κισμοῖς κεχρη μένους.
ι Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ
μὴ ειδέναι αὐτοὺς τὸν Κύριον, καὶ πλῆθος ἐγενήθη
νεκρῶν διὰ λιμὸν καὶ δίψος ὓδατος (10). ι Ῥητῶς
⁸⁸ Gen. tv, 10. ²⁹ I Cor. vt. 10.
(l0) Haec ita Hieronvmus vertit, ι Haec juxta lit-
Wagn accidisse populo Iudaeorum sub, Vespasiano
et Tito Romanis principibus, tam Graeca quam

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.