PG 24, col. 12

vεAεMοx C.
Ἡρα τοὸς ὀφθαλμούς μου εἰς τὰ δρη.
Ὁ τῆς δουλείας ὑπὸ τοῖς ἐχθροῖς ἀπαλλαγεὶς, καὶ
κατʼ αὐτὴν ἤδη γεγονὼς τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ
τὴν τοῦ Θεοῦ πόλιν, ἄνω τοὺς ὀφθαλμοὺς ὦδε κάκεῖσε
εἰς τὰ ὄρη ἐπαίρει, κατανοῶν καὶ πολυπραγμονῶν
πόθεν αὐτῷ ἤξει βοήθεια τὰ μέρη δὲ πάντα τοῦ
κόσμου καὶ τὰ ὕψη περιαθρήσας, ἐν οὐδενὶ τῶν
αἰσθητῶν εὐρίσκει τὸ ζητούμενον· νῷ δὲ καὶ ψυχῆς
ὀφθαλμοῖς ἐπὶ τὸν ποιητὴν (2) καὶ δημιουργὸν τῶν
ὅλων ἀναδραμὼν, ἐνταῦθα ἵσταται, καὶ τὴν δευτέραν
ᾧδὴν ἄδει λέγων· Ἡ θοήθαά μομ παρὰ Κυρίουτοῦ
ποιήσαντοςτόν οέρανν καὶ τήνγῆν.
Κύριος φυλάξει σε.
Τὸν διαπαντὸς εἰς τὸν Θεὸν ἀφορῶντα αὐτὸς ὁ
ἄὕπνος φυλάττει Θεὸς, καὶ τούτου τὴν δεξιὰν χεῖρα
σκέπει, ἅτε δεξιαῖς πράξεσι χρωμένου, καὶ τοὺς
ἐχθροὺς ἐλαύνοντος τῇ ἑαυτοῦ δεξιᾷ· μάλιστα γὰρ τῇ
δεξιᾷ τῶν θεοφιλῶν ἐπιβουλεύειν πειρῶνται οἱ ἐχθροί·
οὕτω γοῦν εἴρηται· Καὶ Ἰησοῦς ῆν ἔνδεδυμένος
λμάτια ῥυπαρὰ, καὶ ὁ διάβολος ἐστήκει ἐκ δεβιῶν
αὐτοῦ. -. Μάλιστα δὲ Θεὸς ἀπὸ κακίας φυλάττει,
κὰν τὰ ἐκτὸς ἢ τὸ σῶμα λυπῇ· περὶ γοῦν Ἰὼβ παρ-
ἡγγειλε· Μόνην τὴν ψυχὴν αὐτοῦ δασύλαξον·
δεῖται δὲ φυλακῆς ἡ ψυχὴ κατὰ τὸν τῆς ἐξόδου τοῦ
βίου καιρὸν, καὶ κατὰτὴν εἴσοδοντὴν εἰς τὴν τοῦ Θεοῦ
πόλιν· τί γὰρ ὄφελος εἰ ἐν μέσῳ τῆς ὁδοῦ πεσώντις
ἀπώλετο; διὸ μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τῆς τε-
λευτῆς αὐτοῦ.
ρμέρας ὁ Qλιος οὐ συγκαύσει σε.
Nεφέλη φωτεινὴ οὐκ ἐᾷ συγκαίεσθαι ὑπὸ ἡλίου τοὺς
κατὰ Θεὸν ὁδεύοντας· καὶ ἀναλογοῦντι ταύτης βοηθεῖ
εἰς τὸ μηδὲ ὑπὸ νυκτερινοῦ φωστῆρος παθεῖν αὐτούς.
τΑAMο2 PsV.
Εὐφράνθην ἐπὶ τοῖς εlρηκόσι μοι, κ. τ. λ.
Τὴν ὁδὸν βαδίζων τὴν ἐπὶ τὸν Θεὸν ἄγουσαν, παι-
δευόμενος περὶ τοῦ τέλους αὐτῆς, εὐφροσύνης ἐπʼ
αὐτῇ τῇ τῶν μελλόντων ἀκοῇ πληροῦται· διὸ καὶ
ὁμολογεῖ καλῶν καὶ ἀγαθῶν διδασκάλων τυχὼν τῶν
εἰρηκότων αὐτῷ· Εἰς οἶκον Κυρίου πορευσώμεθα·
καὶ μᾶλλον ἐπείγεται, τὴν πορείαν μετʼ εὐφροσύνης
ποιούμενος. - Τῶν ἐπανιόντων ἀπὸ Βαβυλῶνος, ὁ
μὲν πολὺς νέος ἦν λαὸς ἐν αὐτῇ γεννηθεὶς Βαβυ-
λῶνι βραχεῖς δέ τινες ἐν αὐτοῖς ὑπῆρχον παλαιοὶ
ἄνδρες καὶ σφόδρα πρεσβύτεροι, οἱ ἀπὸ Ἰερουσαλὴμ
καταβεβηκότες ἐκεῖ, καὶ παραμείναντες τὸν ἐβδομή-
κονταἔτιι2ʼ) χρόνον, μεθʼ ὅν ὑπέστρεφον ἅμα τῷ νέῳ
λαῷ· τούτων τοίνυν ἐρωτωμένων παρὰ τοῦ νέου
λαοῦ ὅπου τὴν πορείαν ποιοῖντο, ἀποκρινομένους
οἱονεὶ καὶ λέγοντας Εἰς οἶκον Κυρίου πορευσώ-
μεθα. Ἐπὶ δὲ τοιαύτῃ ἀκοῇ τὸν νέον λαὸν εὐφραν-
θέντα, δεύτερον ἐξετάσαι πόθεν τοῖς λέγουσιν ἡ γνῶ-
σις; Τοὺς δὲ ἀποκρίνασθαι πρὸςαὐτοὺς, καὶ εἰπεῖν·
στῶτες ὅσαν οἰ πόδες ἡμῶν ἐν ταῖς αὐλαλς
Ἰερουσαλήμ καὶ οἱ πόδες οὗτοι οἱ νῦν ἐνταῦθα
ἅμα ὑμῖν βαδίζοντες, ἐστῶτές ποτε ἐτύγχανον ἐν
ταῖς αὐλαῖς Ἰερουσαλήμ δθεν ἀκριβῶς εἰδότες,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.