PG 24, col. 40

λούσης ὲξαπλοῦσθαι εἰς πάντα ἔθνη τοῦ Θεοῦ γνὼ-
σεως* Ἔσται γὰρ, φησὶν, ὅτε πάντες οἱ βασιλεῖς τῆς
ἧς ἐξομολογήσονταί σοι καὶ ἀκούσονται πάντα τὰ
ῥήματα τοῦ στόματος Θεοῦ, καὶ ὅτι ᾷσονται ὲν ταῖς
ὁδοῖς Κυρίου. Ταῦτα δὲ ούκ ἄλλοτε ἢ μετὰ τὸ εὐαγ-
γελικδν κήρυγμα τοῦ Σωτῆρος ἡμῶν τέλους τετύχη-
κεν. Ὁδοὶ δέ εἰσιν αἱ ἀρεταὶ, αί φέρουσαι ἐπὶ τὴν
γνῶσιν τοῦ Θεοῦ.
’Υψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ.
Τὰ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ὲν αὐτῷ καὶ⁷ δι’
,ὐτοῦ λαληθέντα μαθὼν ὁ Δαυῒδ, θαρρεῖ ὼς ἐφορῶν-
τος τὰ ταπεινὰ τοῦ Θεοῦ, ὡς ὲν ταῖς θλίψεσιν αὐτῷ
συνασπιζομένου.
Ἐὰν πορευθῶ ἐνμέσῳ θλίψεως, ζιξσῃς με, κ. τ. λ.
Σαφέστερον δὲ ὁ Σύμμαχος ἔφη· Ἐὰν πορευθῶ
διὰ μέσης θλίψεως, περισώσεις με· κατὰ τῆς
ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς χεῖρά σου,
καὶ σώσει με ἠ δεξιά σουο Κύριος ἐπιτελέσαι
ὑπὲρ ἐμοῦ.
ΨΑΛΜΟΣ ΡΛΗ’.
Κύριε, ἐδοκίμασας με, καί ἔγνως με.
Ἐπεὶ⁵ τοίνυν καὶ ὁ χρόνος τῆς ἡμετέρας ζωῆς ἔχει
τινὰ διαστήματα μεμετρημένα παρὰ Θεῷ, πάντα
ιου τῆς ζωῆς τὸν χρόνον, φησὶ, καὶ τὴν ὁδὸν ἣν
διῆλθον αὐτὸς ἐξιχνίασας.
Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ.
.:.' Ἐπιϐαίνει, φησὶ, τὴν ἐμὴν δύναμιν, καὶ ὲπυέκεινά
ἐστιν τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ
δύνασθαί με ἐξευρεῖν μηδὲ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ
ἂν εἴπω, μικρὰ καὶ ἐλάχιστα τυγχάνει τῆς θεῖκῆς
δυνάμεως, ἦς κατάληψις τὴν ἐμὴν σμικρότητα καὶ
ούθενίαν διαφεύγει.
Ἀκατέρταστόν μου εἶδον ol ὀφθαλμοί σου.
Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς ἤδη τελεσθὲν καθ-
ορᾷς, καὶ τοὺς τέως μὴ τεχθέντας, ὡς ἤδη τεχθέντας
ἐπίστασαι. Δύναται δὲ νοεῖσθαι διχῶς τὸ ἄκακον καὶ
ἀπόνηρον, καὶ ἀνεξέταστον μουο ἔργον γὰρ ἡ περί-
νοια λέγεσθαι ὀφείλει· ἀκατέργαστος δέ ἐστι ψυχὴ
ἠ μήπω δι’ ἀρετῆς μορφωθεῶα καὶ⁹ γνώσεως.
Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ. Λήψονται
εις ματαιότητα τὰς πόλεις σου.
Εἰπὼν, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν ol φίλοι σου,
ό Θεὸς, εἰκότως τοὺς ἐχθροὺς τοῦ Θεοῦ παραιτεῖται
καὶ ἀπελαύνει ἑαυτοῦο ἀλλὰ καὶ μνημονεύσας ὅτι
ἔσται τις καιρὸς ὲν ᾧ τοὺς ἁμαρτωλοὺς αὐτὸς ὁ Θεὸς
ἀποκτενεῖ, ἐντεῦθεν ἤδη καὶ τούτους ἑαυτοῦ μακρὰν
ἐλαύνει, ὡς ἂν μὴ κοινωνὸς αὐτῶν γένοιτο, μηδὲ ἐκ
τοῦ πλησιάζειν μετάσχῃ τῆς παρ’ αὐτῶν βλάϐης.
Ἐπεὶ δὲ καὶ είς ἐριστικοὺς λόγους καὶ ἔριδας, τὰς
σὰς εἰς ματαιότητα λήψονται πόλεις, τὰς θείας Γρα-
φὰς πόλεις χρηματιζούσας, ματαίως δὲ ταύτας λαμ-ν

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.