PG 24, col. 556

λουθον ἦν τοὺς μαθητὰς ἀδιστάκτως πιστεύειν, κατά
μηδένα τε τρόπον ἀμφιϐόλως ἔχειν, προειληφότας
τῶν λόγων τὴν πεῖραν διὰ τῶν ἔμπροσθεν ἐπηγγελ-
μένων, ὧν τὴν πίστιν αὐτοῖς ἔργοις παρειλήφεισαν.
Οἱ γοῦν ἀσθενοῦντας λόγου δυνάμει θείου ρωννύντες,
νόσον τε τὴν ἀνίατον ἐν ἀνθρώποις λέπραν καὶτὰ
λοιπά πάθη τῶν σωμάτων ἀποκαθαίρειν οἶοί τε, δαί-
μονάς τε λυμαντικοὺς ἀνθρώπων ἐλαύνειν οὐ διά τι-
νος περιέργου μαγγανείας, διὰ δὲ μόνης τῆς ὑπ’ alio
τοῦ χορηγηθείσης αὐτοῖς ἐνθέου χάριτος, πῶς οὐκ
ἔμελλον καὶ τοῖς δευτέροις τοῖς πε pl τοῦ μηδὲν μερι-
Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τι φάγητε, κ. τ. λ.
Καὶ ταῦτα τοῦ Κυρίου ἡμᾶς ὲπιθαρσύνοντος, μὴ
χρῆναι περ)⁸ τροφῆς μηδ’ ἕνεκεν τῶν τοῦ σώματος
χρειῶν μεριμνᾷν, καὶ οὑκ ἀλογίστως προτρέποντος,
σὺν παραστάσει δέ λογικῇ παραμυθουμένου τὴν διδα-
σκαλίαν· παρῄνειγάρλέγων· Μὴ μεριμνήσητετί φά-
τητε ἢ τί ἐνδύσεσθε. Οὐχὶ ἠ ’ψυχὴ πλείων ἐστι
τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ὲνδύματος; Καὶ πρῶτος
μὲν οὗτος συλλογισμὸς, συνάγων, ὅτι μὴ δέοι τινὰ
περὶ ἐαυτοῦ μεριμνᾷν. Ei γὰρ τροφῆς, τῆς ἀπὸ γῆς
φυομένης, μείζων καὶ κρείττων, καὶ τιμιωτέρα τυγ-
χάνει ἡ ἀνθρώπου ψυχὴ, λογικὴ οὖσα καὶ νοερὰ ού-
σία, ταύτην δέ μὴ οὖσαν είς τὸ εἶναι παρήγαγεν ὁ
Θεὸς, καὶ ταύτης ἡμῖν μηδὲν μεριμνήσασι μετέδωκε,
ἐμψύχους ήμᾶς καὶ λογικοὺς ἀπεργασάμενος (58), τί
χρὴ φροντίζειν napi τοῦ χείρονος, ὅπερ ἐστὶν ἡ τρο-
φή; '0 γὰρ τὸ κρεῖττον δεδωκὼς οὐκ ἀδυνατήσει καὶ
τὸ χρειῶδες¹ αὐτοῦ παρασχεῖν. Καὶ ἐπὶ τῆς τοῦ σώ-
ματος περιϐολῆς ό αὐτὸς λόγος. El γὰρ ἀνωμολόγηται
τὸ τοῦ ζώου σῶμα ἀπαραθέτῳ συγκρίσει κρεῖττον εἷ·-
ναι τοῦ ἔξωθεν αὐτῷ περικειμένου ἐνδύματος, τὸ δ’
ὅλον σῶμα ζωῆς μετέχον καὶ ψυχῆς ό Δημιουργὸς
αὐτὸς συνεστήσατο· τί χρὴ άγωνιᾷν μὴ ἄρα ἀδυνα.
στήσῃ τὸ χεῖρον παρασχεῖν, τοῦτο δ’ ἧν τὸ ἔνδυμα, ὁ
τὸ κρεῖττον ὑποστησάμενος; Οὗτος μὲν οὖν πρῶτος
ἁποδεικτικὸς συλλογισμός.
Καὶ δευτέρῳ κέχρηται παραδείγματι λέγων · Ἑμ-
manu“ είς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ mest-
οουσι, καὶ ό Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτὰ. ν
Οὐχ. ὑμεῖς μᾶλλον διαφέρετε αὑτῶν; Ei γάρ τού-
τοις, ὧν μὴ πατὴρ τυγχάνει, ταῦτα δ’ ἦν τά πετεινὰ,
τῆς αὐτάρκους τροφῆς προύνόησεν ό τῶν ἁπάντων
κηδεμὼν καὶ προνοητὴς Θεὸς, ὑμῶν τῶν κατ’ εἰκόνα
τὴν αὑτοῦ πεποιημένων, διὰ τὴν ὲν ὑμῖν νοεράν καὶ
λογικὴν οὐσίαν πατὴρ τυγχάνων, πῶς ού πᾶσαν ποιή-
σεται τῆς ζωῆς φροντίδα; καὶ θρέψει γε ὑμᾶς ἀμε-
ρίμνως, οἷα πατὴρ υἱοῖς ἐξ ἑτοίμου παρέχων τὰ πρὸς
τὴν χρείαν μᾶλλον ἢ τοῖς πετεινοῖς τοῦ ούρανοῦ, οἷς
⁴

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.