PG 24, col. 625
ὑπόσχεσιν, παριστὰς Θεοῦ δύναμιν ἐνεργητικὴν τοῦ
πράγματος. Εἰ μὲν γὰρ, λογίους τινὰς καὶ σοφοὺς,
καὶ τῶν παρὰ Ἰουδαίοις ἀνθρώπων ἐνδόξων καὶ
πλουσίων προσαγόμενος, τούτοις ἐκέχρητο διδασκά-
λοις τῶν αὐτοῦ λόγων, κᾶν εἰκὸς ἦν ἀνθρωπινώτερον
ὲπινενοῆσθαι τὸ πρᾶγμα · οὕτω γοῦν οἰ πλείους τῶν
ἀνθρώπων εἰώθασιν ὑποτάττεσθαι, ἢ χρήμασιν ὑπὸ
πλουσίων δελεαζόμενοι, ἦ λόγων περιϐολῇ καὶ¹ φαν-
τασία σοφίας ἀπατώμενοι, ἢ ὑπεροχάς ἐνδόξων προσ
ὠπων καταπληττόμενοι. '0 δὲ μὴ τοιούτοις χρησά
μενος μαθηταῖς, τούναντίον δὲ πένησι καὶ ἀδόξοις
καὶ τὸν λόγον ἰδιώταις, Σύροις τε τὴν φωνὴν, καί¹ τί
σχῆμα ταπεινοῖς, καὶ εὐτελέσιν ἔργῳ, δῆλος ἦν μόνῃ
τῇ θεῖκῇ δυνάμει χρώμενος, ἢν ἐνεδείξατο πρῶτα μὲ·
φωνῇ μιᾷ προσκαλεσάμενος αὐτοὺς καὶ ἀκολού-
θους (4⁸2) αὐτοῦ καταστήσας, κᾶπειτα ἐπαγγειλάμε-
νος σαγηνευτὰς καί¹ ἁλιεῖς ἀνθρώπων ποιήσειν αὐ-
τοὺς, ἵν’ ἀνθ’ ὧν εἶχον δικτύων, λαϐόντες παρ’ αύ
τοῦ τὴν ἀπὸ παντοίων λόγων νομικῶν τε καὶ προφη
τῶν, τῶν τε τῆς ἐνθέου διδασκαλίας αὐτοῦ πλακεῖσα·
σαγήνην ἐμϐάλλωσιν εἰς τὴν τοῦ ἀνθρωπείου βίου θάλατταν, καὶ περιϐάλωσιν ὅσους ἂν εὕρωσι, πληροῦν-
τες τά ἑαυτῶν λογικά δίκτυα παντὸς γένους λογικῶν ἰχθύων.
Ἀλλά ταῦτα μὲν διὰ φωνῆς ἀκουόμενα ῥήματα
καὶ ψόφοι, καὶ πλέον ὑπῆρχεν οὐδέν· τῆς δ’ ἐνθέοι
δυνάμεως τὸ ἔργον οὐκ εἰς μακράν παρεστήσατο·
αὑτά δὴ ταῦτα τὰ διὰ τῶν λόγων προηγορευμένα
τοῖς ἔργοις ἐπιτελέσας, ὡς ἐν βραχεῖ χρόνῳ τὴν
σύμπασαν ἀνθρώπων οἰκουμένην μυρία πλήθη τῶν
σαγηνευθέντων ὑπὸ τῶν ἰδιωτῶν τούτων ἀνδρῶν κτή-
σασθαι, πληρωθῆναι τε Ἐκκλησιῶν πάντα τόπον Ἑλ-
λήνων τε καὶ βαρϐάρων, διά μίαν ἐκείνην ἐπαγγε-
λίαν τῆς θεῖκῆς φωνῆς, δι’ ἧς οὐ διδάξειν τοὺς ἐαυ-
τοῦ μαθητάς, ἀλλ’ αὐτὸς ποιήσειν αὐτοὺς ἁλιέας άνο
θρώπων ἐπηγγείλατοι "fis-1’ οὑ προέγνω μόνον οὔτε
προέφησε τὸ μέλλον, ἀλλὰ καὶ ποιητὴς τοῦ τηλικού-
του κατορθώματος ἀποπέφανται· εϊπέ τε τῷ λόγῳ,
καὶ πεποίηκε τῷ ἔργῳ· παρέστησέ τε τὸ μέλλον διὰ
συμϐόλου καὶ εἰκόνος, καὶ δι’ αὐτῆς ἐνεργείας ἀπ’
επλήρωσε. Τοῖς γὰρ πάλαι πρότερον ὲν σκοτίᾳ φωτὸς
ἀληθείας, καὶ Θεοῦ γνώσεως ἐν νυκτὶ καταπονηθεῖσι,
καὶ μηδένα πρὸς σωτηρίαν θηρεῦσαι δεδυνημένοις,
ἐπιλάμψας τὺ ἑαυτοῦ φέγγος, ἐν ἡμέρᾳ καί φωτί
γενομένοις προστάττει, ού τῇ οἰκείᾳ ἐπιστήμῃ, τῷ δὲ
αὐτοῦ ῥήματι θαρσοῦντας, ἐπιϐάλλειν τῷ βυθῷ τά
δίκτυα. Οἱ δέ τοσαῦτα συνήγαγον ἰχθύων πλήθη, ὡς
διαρρήγνυσθαι μὲν τὰ θηρευτικά ὄργανα, κινδυνεύειν
δὲ εἰς βυθὸν χωρεῖν ἀπὸ τοῦ φόρτου τὰ πλοῖα.
Ἐπεὶ δὲ ταῦθ” οὕτως προσταττόμενα τὸν. Πέτρον
εἰς ἔκπληξιν καὶ φόϐον ού τὸν τυχόντα ἦγεν· Ἀλλά
ταῦτά σε, φησί πρὸς αύτὸν ὁ Σωτὴρ, μήπω ἐκπλητ-
τέτω· παιδιαὶ γὰρ ἔτι ταῦτα καὶ μελλόντων εἰκόνες·
οι δὲ μὲν ἰχθύες ἄναυδοι καὶ ἄλογοι, καὶταῦτα σκάφη
(ig-)‘i’ofabulum ἀκολούθους magis proprie vellem a Syro fuisse redditum. Ita etiam quod sequitur
σαγηνε υτάς.