PG 24, col. 637

διὰ ’μὲν τῆς πρώτης διαφόρους κλήσεις ἐδήλου τῶν
ἐπὶ τὴν ἐργασίαν τοῦ ἀμπελῶνος παρελθόντων · οἷς
πᾶσιν ἐξ ἴσου μισθὸν ἐνεδίδου τὸ δηνάριον · διὰ δὲ
τῆς δευτέρας, δύο υἱῶν κλῆσιν ᾐνίττετοο τοῦ μὲν
ἀρνουμένουτά πρῶτα, ἐπὶ τέλει δέ τὴν ὑπακοὴν ἐν·
δεικνυμένου, καὶ εἰς τὸν ἀμπελῶνα ἐργαζομένουο τοῦ
δὲ τῇ ἐναντίᾳ κεχρημένου προαιρέσει· διὰ δὲ τῆς
παρούσης παραϐολῆς μετάθεσιν παντελῆ τοῦ dims-
ἐλῶνος ό λόγος διδάσκει ἀπὸ προτέρων γεωργῶν ἐπὶ
δευτέρους· καὶ τὴν αἰτίαν σημαίνειτῆς μεταθέσεως,
Κάμοὶ δοκεῖ μετατεθεῖσθαι μὲν ἀπὸ τοῦ ἐπαγγειλα-
μένου μὲν ἐργάσασθαι υἱοῦ, μὴ μὴν ἔργον ἐπιθέντος
τῷ λόγῳ · δεδόσθαι δὲ τῷ ἀρνησαμένῳ κατ’ ἀρχὰς,
ἔργῳ δὲ ἐπὶ⁸ τέλει τὸ εὐπειθὲς ἐνδειξαμένῳ,
Σαφέστερος δ’ ἂν εἴη ό λόγος, εί τὺ θεοσεϐὲς πολὺ
τευμα τὸ τῆς Θεοῦ βασιλείας οἰκεῖον τὸν ἀμπελῶνα
εἶναι ἐπιλάϐξκμεν⁸ προτέρους δὲ αὐτοῦ γεωργοὺς οὐκ
ὀρθῶς κεχρημένους τῇ ἐργασίᾳ, τοὺς πρότερον παρὰ
Ἰουδαίοις τῆς θείας γνώσεως κατηξιωμένους, τοὺς
αὐτοὺς ὄντας ἐνὶ τῶν υἱῶν τῷ διαϐεϐλημένῳο δευ-
τέρους δέ γεωργοὺς, τοὺς τὸν ὀφειλόμενον καρπὸν
κατὰ καιρὸν ἀποδιδόντας, τοὺς ἐξ ἐθνῶν διά Χριστοῦ
τὴν τοῦ Θερῦ γνῶσιν ἀνειληφότας, τοὺς αὐτοὺς ὄντας
’τῷ υἱῷ τῷ τὸ εὐπειθὲς καὶ ὑπήκοον τῷ πατρὶ ἔργοις
ἐπιδεδειγμένῳ. Τὸ δὲ αἴτιον τοῦ ληφθῆναι παρ’ ἐκεί· c
νων τὸν ἀμπελῶνα, ἐπεὶ μὴ εἴρηται διὰ τῆς τῶν
υἱῶν παραϐολῆς, ἀναγκαίως διὰ τῆς μετά χεῖρας παρ-
ίστησι. Τοῦτο δ’ ἦν τὸ μὴ κατὰ τὸν δέοντα καιρὸν
ἀποδοῦναι τοὺς καρποὺς τῷ οἰκοδεσπότῃ· καὶ οὐ
τοῦτο μόνον, ἀλλά καὶ τὸ ἐπιϐουλεῦσαι τοῖς ἀπεσταλ-
μένοις ἐπὶ λήψει τῶν καρπῶν δούλοις καὶ οὐ τοῦτο
μόνον, ἀλλὰ καὶ τὸ υἱῷ ’χεῖρας ἐπιϐαλεῖν τολμῆσαι·
ὃν ἐπιγνόντες, καὶ αὐτὸν εἶναι τὸν υἱὸν τοῦ οἰκοδε-
σπότου ὁμολογήσαντες, ὅμως ἀνεῖλον, ἀσεϐεῖ χρησά-
μενοι λογισμῷ. Τῶν δὲ τριῶν παραϐολῶν τοῦ ἀμπε-
λῶνος, τήν μὲν πρώτην τοῖς αὑτοῦ μαθηταῖς παρέ-
θετο, ἐν τῇ Γαλιλαίᾳ σὺν αὐτοῖς ποιούμενος διατριϐάς·
διόπερ πάντας ἀνθρώπους ἐργάτας εἰσῆγε διαφόροις
, ᾥραις κεκλημένους· ὺπακούοντάς τε τοὺς πάντας,
κάὶ μισθὸν λαμϐάνοντας τὸν αὐτόν · τὴν δὲ δευτέραε
ἐν Ἰεροσολύμοις γενόμενος, ἔνδον τε ἐν αὐτῷ τῷ ἱερῷ
διδάσκων, τοῖς ἀρχιερεῦσιν ἐπῆγε, καὶ τοῖς πρεσϐυο
τέροις τοῦ λαοῦ, μετά πολλοῦ τοῦ παραστήματος
ἐλεγκτικῶς φήσας πρὸς αὐτοὺς, ἄρα οἱ τελῶναι
καὶ αἱ πόρναι προάγοιεν αὐτοὺς εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν· καὶ τρίτην δὲ τοῖς αὐτοῖς ἀναγκαῖως προ-
"Matth. xx, i-l6. ί Matth. ut, 28-30.
simu, devariis vinem'paralwlis,ea absunt_a Syriaca
Theopham'a‘; ideoque ex commentariispotius Eusebii
in Evangelia huc esse transla‘taaliqjtis existimabit.
Sed certe in codice A. p. εδει. b.4265. a_., ut dixi,
sine ulla intercapedine iacent, nomen que Eusebii ge-
runt. Mihi autém partes lias tam arcte cohaerentes,
tum sententia, tum loco, separare aut discerpere
prorsus non licebat. Hoc aio, quia credere vel spe-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.