PG 25, col. 72

ἐνθυμεῖται, ὅτι οὐκ αὺτά ἑαυτὰ, ἀλλ’ ἕτερός ἐστιν ό
διακοσμῶν αὺτά (51) ποιητής; Τίς δὲ, ὀρῶν ἥλιον
μὲν ἀνατέλλοντα καθ’ ἡμέραν, σελήνην δέ φαίνουσαν
κατά νύκτα, καὶ⁴ φθίνουσαν, καὶ πληρουμένην ἀπα-
ραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ίσον πάντως apte μὸν,
56. Τίς, ὀρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα, και
σύμφωνον ἔχοντα τὴν ἁρμονίαν, οἷον, τίς, ιδὼν πῦρ
ψυχρῷ, καὶ ξηρὸν ὑγρῷ κεκραμμένον, καὶταῦτα μὴ
ἀντιστατοῦντα πρὸς ἄλληλα, ἀλλ’ ἓν ἀποτελοῦντα
ὡς ἐξ ἐνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι
τούτων τὸν ταῦτα συνάψαντα (55) ;Τίς, ἰδὼν χειμῶνα
παραχωροῦντα ἀέρι, καὶ ἐαρ θέρει, καὶ θέρος μετ-
οπώρῳ, καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει· τὸ μὲν
γὰρ ψύχει, τὸ δέ καίει, τὸ δέ τρέφει, τὺ δέ φθίνει ·
ὅμως τὰ πάντα ῐσην καὶ ἀϐλαϐῆ τοῖς ἀνθρώποις ἀπο-
τελοῦντα τὴν χρῆσινο οὐκ ἂν ἐννοήσειεν, ὅτι ἐστίτις
κρείττων τούτων, ὁ τὴν ἰσότητα παρέχεον πᾶσι καὶ
κυϐερνῶν τὰ πάντα, κᾶν μὴ βλέπῃ τοῦτον; Τίς, ὀρῶν
ἐν ἀέρι τὰς νεφέλας ὑποϐασταξομένας, καὶ ἐν νεφέ-
λαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν
λαμϐάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος
γενέσθαι; Ἦ τίς, ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην
οὖσαν τῇ φύσει, ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνη-
τον μένουσαν ἐπὶ τὸ φύσει κινού μενον, οὺ διανοηθήσεται
εῐναίτινα τὸν ταύτην (54) διαταξάμενον καὶ ποιήσαντα
Θεόν; Τίς, ἰδὼν τὴν κατά καιρὸν τῆς γῆς καρποφο-
ρίαν, κα)⁸ οὐρανόθεν ὑετοὺς, καὶ ποταμῶν ἐπιρροίας,
καὶ πηγῶν ἀναϐλύσεις, καὶ ζώων ἐξ ἀνομοίων γονὰς ,
καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένως
γινόμενα· καὶ ὅλως τίς, κατανοήσας ἐν ἀνομοίοις καὶ
ἐναντίοις τὴν ῐσην καὶ ὁμοίαν παρ’ αὐτῶν ἀποτελου-
μένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη, ὅτι ἐστὶ μία δύναμις
ἠ ταῦτα διακοσμήσασα (55) καὶ διέπουσα, ὼς ἂν αὐτῇ
δοκῇ, μένουσα καλῶς; Αὐτά μὲν γὰρ καθ’ ἐαυτά οὐκ
ἂν συσταίη καὶ φανῆναί ¹[ποτε δυνηθείη διὰ τὴν πρὸς
ἄλληλα τῆς φύσεως ἐναντιότητα. Τὸ μὲν γὰρ ὕδωρ
φύσει βαρὺ καὶ κάτω ῥέον ἐστὶν, αί. δὲ νεφέλαι κοῦ-
φαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι·
καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέ-
λαις βασταζόμενον. Καὶ πάλινή μὲν γῆ βαρυτάτη
ἐστὶ, τὺ δ’ αὖ πάλιν ὕδωρ κουφότερόν ἐστι’ταύτης·
καὶ ὅμως ὺςηὺ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστά-
ζεται, καὶ οὐ καταφέρεται, ἀλλ’ ἕστηκεν ἀκίνητος ἡ
γῆ. Καὶ τὸ μὲν ἄρρεν οὐ ταύτόν ἐστι τῷ θήλει, καὶ
(52) Ft-lcktn. lll_ anonymus, διαλλάττοντα.
(55) Gobler. Feb-kin. 1 aut"... γράψαντα. Mox ibid.
_Seguer. Goblcr. Felckm. 71 auom, παραχωροῦντι.
Paulo post, ὄντα deest tu Busil. et Angli
(54) chtter,, ταῦτα.
(55) St'guer. Gobler. Fclt-kvn. l auom, staxogpq:
capést‘Crulo post..anler. Fcltkm. 1 attonuit“;
Ι)Γο οκη.
pro οοκῃ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.