PG 25, col. 80

καὶτοῦ παντὸς ἀταξία’ ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολ-
λῶν κυῆερνωμένη κατ’ ὀρθὸν πλευσεῖται, εί μή ετς
ταύτης τοὺς οἴακας κρατοίη κυϐερνήτηςλ οὐδὲ λύρα
ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀποτελέσει τὸν
ἦχον, εἰ μὴ εἷς 6 ταύτην πλήττων ειη τεχνίτης. Οὐκ-
οὖν μιᾶς οῡσης τῆς κτίσεως, καὶ ἐνὸς δντος κόσμου,
καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν (59) καὶ
τὸν ταύτης βασιλέα καὶ δημιουργὸν Κύριον. Διά
τοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα
κόσμον πεποίηκεν, ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει
πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο, ἀλλ’ ἑνὸς ὄντος
τοῦ ποιήματος, εἷς καὶ 6 τούτου ποιητὴς πιστεύηται.
Καὶ οὐχ ὅτι εἷς ἐστιν 6 δημιουργὸς, διὰ τοῦτο καὶ
εἷς ἐστιν ὁ κόσμος · ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους
ποιῆσαι 6 Θεός. Ἀλλ’ ὅτι εἷς ἐστιν ό κόσμος 6 γενό-
μενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πι-
στεύειν εἶναι.
40. Τίς οὖν (60) ἂν εἴη οὗτος ; Καὶ τοῦτο γὰρ ἀναγο
καῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μὴ, τῇ περὶ
τοῦτον (fil) ἀγνοίᾳ πλανηθείς τις, ἕτερον ὑπολάϐῃ,
καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἑμ-
πέσῃ. Νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν
ἀμφίϐολον ἐχειν. Εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λε-
γομένους θεοὺς οὐκ εἶναι θεοὺς ό λόγος ἔδειξε, καὶ
τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους,
καὶ καθόλου τὴν τῶν ὲθνῶν εῑδωλολατρείαν ἀθεότητα
καὶ ἀσέὕειαν οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα τού-
των ἀναιρουμένων, λοιπὸν παρ’ ἡμῖν εἶναιτὴν εὐσε-
ϐῆ θρησκείαν, κα)⁸ τὸν παρ’ ἡμῶν προσκυνούμενον,
καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι Θεὸν ἀληθῆ,
τὸν καὶ (62) τῆς κτίσεως Κύριον καὶ πάσης ὑποστά-
σεως δημιουργόν. Τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλ’ ἦ 6
πανάγιος καὶ ὑπερεπέκεινσ. (65) πάσης γενητῆς οὺ-
σίας, ό τοῦ Χριστοῦ Πατὴρ, ὅστις, καθάπερ ἀριστος
κυϐερνήτης, τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ Λόγῳ τῷ Κυ-
ρίῳ ἡμῶν καὶ Σωτῆρι Χριστῷ (64), τὰ πανταχοῦ
διακυϐερνᾷ σωτηρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ, ὡς ἂν
αὐτῷ καλῶς ἔχειν δοκῇ; Ἔχει δὲ καλῶς. ὡς γέγονε
καὶ ὁρῶμεν γιγνόμενα, ἐπειδὴ καὶ τοῦτο βούλεται·
καὶ ’τοῦτο οὐκ ἀν τις ἀπιστήσειεν. Εἰ μὲν γὰρ ἄλογος
ἦν ἡ τῆς κτίσεως κίνησις, καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν
καλῶς ἀν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ
λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε, καὶ παντὶ
κόσμῳ διακεκόσμηται· ἀνάγκη τὸν ἐπικείμενον καὶ
διακοσμήσαντα, τοῦτον οὐκ ἄλλον τινὰ ἢ Λόγον εἶναι
(6⁵) 538')“; Αηειίολ επηιτεέίτξίπιπέ ίὲῐῖίῗὲι Fair:
(65) δρδιιθιι. Anglic. et r'elttkm.'0 anon ,_ uitii):
έκεινα. Ibid. Segner. Basrl. et Anglic ,γενητης. Α ιι
et editi, γεννητῆς. _ η _ _ _ _
(64) Sic Seg'uer. G_oble_r. _et Fel«-krr_i_._l_ anon. Alii
cuin leditis, ἧὲὦν Ἰησοῦ ,Χριστίξλ ibid. pro τά,
ouod habent euuer. Basrl. Gobler. et Fclckm. 1
quod habent 'Seguer.' Basil. ’ (ἷιυιὶιςῖνἶ et Fulcitur. 1
anum. alii cum editione Commel. habent τῷ, ιιιθηί
dose. Item ibid. Seguer. Goblor. et Feb-li. 1qu}
anon., διακυϐερνᾷ, alii cum editis κυϐερνᾷᾷ l‘aulo
post pro senm-Gobleriam et Feb-km. l ct Ξ anon.
δοκεῖ habent.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.