PG 26, col. 477

In inglese: Against the Arians. (Orationes contra Arianos IV.) 4.8

ἀλλά τῷ ἀνθρώπῳ διὰ τοῦ Λόγου. Kal. γὰρ πᾶς πρε-
σϐεύων ὑπὲρ ἄλλον, αὐτὸς τὴν χάριν λαμϐάνει, οὐ χρῄ-
ζων, ἀλλά διὰ τὸν ὑπὲρ οὗ πρεσϐεύει.
dicitur, intelligendum est non ei tanquam indigenti fuisse datum, sed homini per ipsum Verbum. Ete-
nim quisquis pro alio intercedit, gratiam ipse accipit, non quia indigeat, sed propter illum cujus causa
intercedit.
7. Ὠσπερ γὰρ τὰς ἀσθενείας (45) ἡμῶν λαμϐάνει
οὐκ ἀσθενῶν, καὶ πεινᾷ οὐ πεινῶν, ἀλλά τά ἡμῶν
ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι ’ οὕτω τὰς ἀντὶ τῶν
’ἀσθενειῶν (46) παρὰ Θεοῦ δωρεάς πάλιν αὐτὸς δέχε-
ται, ῖνα συναφθεὶς ἄνθρωπος μεταλαϐεῖν δυνηθῇ. Λέ-
γει γοῦν 6 Κύριοςσ Πάντα ὅσα δέδωκάς μοι, δέ-
δωκα αὐτοῖς( καὶ πάλιν , Ὑπὲρ αὐτῶν ἐρωτῶ.
Ἦρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ήμῶν ἀναδεχόμενος, καὶ
ἐδίδου ἂ ἐλάμϐανεν. Ἐπειδὴ οὖν , συναφθέντοςίτοῦ
Λόγου τῷ ἀνθρώπῳ, είς τὸν Λόγον ἀποϐλέπων ἐχαὲ
ρξζετο 6 Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν
πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦταο διά τοῦτο αὐτῷ
τῷ Λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ διδόμενά
ἐστιν, ἂ δι’ αὐτοῦ ἡμεῖς λαμϐάνομεν. Ὧς γὰρ δι’
ἡμᾶς ὲνηνθρώπησεν αὐτὸς , οὕτως ἡμεῖς δι’ αὑτὸν
ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον, εἰ, ῶσπερ’δι’ ἡμᾶς
ἐταπείνωσεν ἑαυτὸν, καὶ δι’ ἡμᾶς (47) λέγεται ὑπερ-
υψῶσθαι. Ἐχαρίσατο οῦν αὐτῷ, ἀντὶ τοῦ, ἡμῖν δι’
αὑτὸν, καὶ ὑπερύψωσεν, ἀντι τοῦ, ἡμᾶς ὲν αὐτῷ. c
Καὶ αὐτὸς δὲ 6 Λόγος, ἡμῶν ὐψουμένων, καὶ λαμ-
ϐανόντων, καὶ βοηθουμένων , ὡς ,αὐτὸς ὑψούμενος,
καὶ λαμϐάνων, καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πα-
τρὶ, τὰ ἡμέτερα είς ἑαυτὸν ἀναφέρων καὶ λέγων·
Πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς.
8. Οί περὶ Εὐσέϐιον οἱ (48) Ἀρειομανῖται, ἀρ-
χὴν τοῦ εῖναι τῷ Υίῷ διδόντες, προσποιοῦνται μὴ
βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βασιλείας. Ἔστι δὲ γε·
λοῖον. ’0 γάρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ Υἱῷ, πρό-
δηλον, ὅτι καὶτοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ’
ὥστε ὁμολογοῦντες ὃ ἀρνοῦνται, τυφλώττουσι. Καὶ
πάλιν oi λέγοντες μόνον ὄνομα εἶναι Υἱοῦ, άνούσιον
δὲ καὶ ἀνυπόστατον εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τουτέστι
τὸν Λόγον τοῦ Πατρὸς , προσποιοῦνται (49) ἀγαν-
ακτεῖν κατά τῶν λεγόντων, Ἦν ποτε, ὅτε οὐκ ἦν.
Ἔστι δὲ καὶ τοῦτο γελοῖον. Ol γὰρ ὅλως τὸ εἶναι
αὐτῷ μὴ διδόντες, ἀγανακτοῦσι κατὰ τῶν κάν χρόνῳ
διδόντων. Καὶ οὗτοι οὖν ὅπερ ἀρνοῦνται, διὰ τοῦ επι-
τιμᾷν τοῖς ἀλλοις, ὁμολογοῦσι. Πάλιν τε οἱ περ)¹ Εὐ-
σέϐιον, Υἱδν ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εῖναι
φύσει Λόγον, καὶ κατ’ ἐπίνοιαν Λόγον λέγεσθαι τὸν
Υἷδν βούλονται ’ οἱ δὲ ἕτεροι, Λόγον ὁμολογοῦντες,
⁵⁸ Joan. xvn, 7. ⁸⁸ ibid. 9. " ibid. 7.
.Sjc Regius, Seguer. et editio Commel. At
alii. δεδόσθαι. “
(45; A.ngtlcanus. τὴν ἀσθένειαν.
(46 5η- Reg. et Seguer. At alii
(ιβ) Sit-:lleg. et Seguer. At alii et editi, ἀσθενῶν.
(47) In Reg: ctflSeguer. desunt haec urba, ὲτα-
πείνωσεν ἑαυτὸν οὕτωκαὶ δι’ ἡμᾶς.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.