PG 28, col. 1512
ἀγαλλιᾶσθε, ὅτ’ ἃν πᾶν ψεῦδος εἷ’πωσι καθ’ ὑμῶν
οἱ ἄνθρωποι. Καὶ ἀλλαχοῦ φησιν’ 'Ev θλίψει ἐπλά-
τυνάς με . Καὶ πάλιν · Ὀνειδισμὸν προσεδόκησεν
ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία
ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γραφῶν ἐστι τῇ ψυχῇ
προσοδευόμενα θεάσασθαι.
40. ’Ἐστι λύπη ἐπωφελὴς, καὶ ἔστι λύπη φθοροο
ποιός. Τῆς μὶν οῦν χρησίμης λύπης τὸ μὲν ἐστι περὶ
τῶν οἰκείων ἁμαρτιῶν στένειν τὸ δὲ καὶ περὶ τῆς
τῶν πλησίον ἀγνωσίας· τὸ δὲ πρὸς τὸ μὴ ἐκπεσεῖν
τῆς προθὲσεως’ τὸ δὲ καὶ ἀφικνεῖσθαι τοῦ τὲλους τῆς
ἀγαθωσύνης. Ταῦτα μὲν οὖν τῆς γνησίας καὶ ἀγαθῆς
Β λύπηςτὰ εἷ’δη. Καὶ ἄλλη δέ τις λύπη, τοῦ lippo?)
ὑποτιθεμένου, ἠτις ταύταις προσφύεσθαι οἶδεν. Ἐμ-
ϐάλλει γὰρ καὶ αὐτὸς λύπην ἀλογίας μεστήν· ἥπερ
καί ἀκηδία πρός τινων ὠνόμασται. Δεῖ οὗν τοῦτο τὸ
πνεῦμα εὐχῇ μάλιστα ἀποσοϐεῖν καὶ ψαλμῳδίᾳ.
41. Τῶν οὖν ἀγαθῶν μεριμνῶν ἐχομένας ἡμᾶς, ού
χρὴ οἷὲσθαί τινα ἐν τῷ βίῳ ἀφρόντιδα εἶναι· Φησὶ γὰρ
ἡ Γραφή· Πᾶσα κεφαλὴ εἲς πόνον, καὶ πᾶσα καρ-
δία εἷς λύπην. Ἐν ἐνὶ λόγῳ τὸ ἅγιον Πνεῦμα συν-
έγραψε τόν τε μονήρη βίον καὶ τὸν κοσμικόν. Διὰ
μὲν γὰρ τοῦ πόνου τῆς κεφαλῆς, τὸν μονήρη αἰνίττε-
ται τρόπον· κεφαλή γὰρ τὸ ἠγεμονεῦον ’ Τοῦ γὰρ
σοφοῦ, φησὶν, οἱ ὀφθαλμοί ἰν τῇ κεφαλῇ αὐτοῦ .
Τὸ οὖν διορατικὸν, ὡς οἶμαι, ἑν αὐτῇ τυγχάνει. Τὸν
δὲ πόνον εἷπε , διότι πᾶσα ἀρετῆς βλάστη ἐκ πόνων
κατορθοῦται. Διὰ δὲ τῆς ἦν τῇ καρδίᾳ λύπης, τὸ ἄστα-
τον καὶ μοχθηρὸν ἐδήλωσεν ἦθος. Θυμοῦ γὰρ καὶ λύ-
πης οἰκητήριον, τὴν καρδίαν τινὲς ἔφασαν μὴ δοξα·
ζόμενοι , λυποῦνται ’ τῶν ἀλλοτρίων ὀρεγόμενοι ,
τήκονται· πενόμενοι, δυσφοροῦσί⁸ πλουτοῦντες, ὲκ-
μαίνονται, διὰ τήν τῶν παρόντων φυλακὴν μηδὲ ὕπνου
τυγχάνοντες.
42. Μὴ οὖν ἡμεῖς ὑποσυρῶμεν τῷ φρονήματι, λέ·
γουσαι τοὺς ἐν τῷ κόσμῳ ἀμερίμνους τυγχάνειν. Τάχα
γὰρ ὡς πρὸς σύγκρισιν μᾶλλον ἡμῶν κοπιῶσι. Ταῖς
δὲ γυναιξὶν ὡς ἐπίπαν μεγάλη ἐν τῷ κόσμῳ ἡ ἀπ-
εχθειαο τίκτουσι γὰρ χαλεπῶς καὶ ἐπικινδύνως, καὶ
τληπαθοῦσι πρὸς τήν γαλακτοτροφίαν, καί νοσοῦσι
τοῖς παιδίοις συννοσοῦσν καὶ ταῦτα ὑπομένουσι, τέλος
τοῦ κόπου μὴ ἔχουσαι. ’Ἡ γὰρ τὸ σῶμα πηροῦται τὰ
κυηθέντα, ἢ κακοφροσύνῃ ἀναχθέντα δολοφονεῖ τοὺς
γεννήσαντας. Ταῦτα οὖν εἰδυῖαι, μή δελεασθῶμεν ὑπὸ
τοῦ ἐχθροῦ, ὡς ἆνὲτου καὶ ἀμερίμνου τυγχάνοντος
τοῦ βίου. Γεννῶσαι μὲν γὰρ, διὰ τῶν πονων φθείρον-
ται’ μὴ τίκτουσαι δὲ, ὡς στεῖραι καὶ ἄγονοι ὑπὸ τῶν
ὀνειδισμῶν τήκονται .
43. Ταῦτα δὲ ὑμῖν λέγω πρὸς τὸ ἀσφαλίζεσθαι ἀπὸ
ἐναντίου. Οὐ πᾶσι δὲ πέφυκεν ἁρμόδια τὰ λεγόμενα,
ἀλλὰ μόνοις τοῖς τὸν μονήρη βίον ἐθέλουσιν. ’Ὠσπερ
” Isa. 1, 5. ⁸³ Eccle. ιι, te.