PG 30, col. 848

εἰπόντος’· '0 Πατὴρ 6 πέμψας με, μείζων μου
ἐστίν (21) συζεῦξαι θατέρῳ τῶν ὀνομάτων Θάτε-
ρον, άνθίλκοντος ἒκατὲρου πρὸς ἑαυτὸ, καὶ μηδ’ ἑτέ-
ρου προσιεμένου τὴν πρὸς θάτερον κοινωνίαν. Ἀν-
τε γὰρ ἀγὲννητος, οὐχ υἱός· ἄν τε υἱὸς, οὐκ ἀγὲννητος.
Ἀλλὰ ὅτι μὶν εἷς ὁ τῶν άπάντον Θεὸς ἀγὲννητος
καὶ ἀσύγκριτος, πλειόνων ὄντων τῶν παραλελειμμι-
νων ἀποχρῆναι ἡγοῦμαι (22)τᾶ ῥηθέντα πρὸς ἀπο-
δειξιν.
12. Ὅτι δὶ καὶ εἷς Υἱὸς (μονογενὴς γὰρ), ἐνῆν μὲν
τὰς τῶν ἁγίων φωνὰς παραθεμένους, δι’ ὦν υἱὸν καὶ
γέννημα καὶ ποίημα καταγγέλλουσι, ταῖς τῶν ὀνο-
μάτων διαφοραῖς καὶ τὴν τῆς οὐσίας παραλλαγὴν
ἐμφανίσαντας, ἀπηλλάχθαι φροντίδος (23) καὶ πρα-
γμάτωνσ Διὰ δὶ τοὺς σωματικὴν τὴν γέννησιν ὁπο-
λαμεάνοντας, καὶ ταῖς ὁμωνυμίαις προσπταίοντας,
ἀναγκαῖον ἴσως καὶ περὶ τούτων διὰ βραχέων εἰπεῖν.
Γίννημα (24) τοίνυν τὸν Υἱόν φαμεν κατά τὴν τῶν
Γραφῶν διδασκαλίαν, οὐχ ἓτερον μιν τι τήν οὐσίαν
νοοῦντες, ἕτερον δέ τι παρ’ αὐτὴν τὸ σημαινόμενον,
ἀλλ’ αὐτὴν εἶναι τὴν ὑπόστασιν ἢν σημαίνει τοῦνομα,
ὖπαληθευούσης τῇ οὐσίᾳ τῆς προσηγορίας. Ταύτην
δὶ γεγεννῆσθαι μὲν οὐκ οὖσαν πρὸ τῆς ἰδίας
συστάσεως, εἶναι δὲ γεννηθεῖσαν πρὸ πάντων, γνώμῃ
τοῦ Θεοῦ καὶ Πατρός.
13. Et δέ τῷ δοκεῖ τολμηρὸν εἶναι τὸ ῥηθὲν, ἐπι-
σκεψάσθω παρ’ ἑαυτῷ πότερον ὡς ἀληθὶς δν, ἢ ψεῦ-
δος. Εἰ μὶν γὰρ τὸ πρότερον, ἀνυπαίτιος ἡ τόλμα
κατὰ τὴν αὐτοῦ κρίσιν, ἐπείπερ μηδὲν τῶν ἀλῃθῶν
ἐν καιρῷ καὶ μέτρῳ λεγόμενον ὑπαίτιον. Εἰ δὲ ψεῦ-
δος, ἀνάγκη δήπου πᾶσα, τούτων τούναντίον ἀληθὲς
ἡγεῖσθαι. Τοῦτο δ’ ἔστὶν, ὐντα γεγεννῆσθαι τὸν Υἱὸν.
Ὅπερ οὐκ ἀτοπίας μόνον ἢ βλασφημίας, ἀλλὰ καὶ
πάσης εὐηθείας ὑπερϐολὴν ἄν ἔχοι. Τῷ γὰρ ὄντι (26)
τί δεῖ γενέσεως, εἰ μὴ πρὸς ἕτερόν τι μεταρῥυθμίζοιτο
κατὰ τὴν ὶμψύχων τε καὶ ἀψύχων σωμάτων φύσιν,
ἅπερ γενέσθαι λέγοιτ’ ἄν ἀληθῶς, ὄντα μὲν ἃ ἆστιν,
οὐκ ὄντα δὲ ἄ γίνεται; Οὔτε γὰρ τὸ σπέρμα ἅνθρω-
πος, οὔτε λίθος οἶκοςο γίνεται δὲ, τὸ μὲν ἄνθρωπος,
τὸ δὲ οἶκος. Εἰ δὲ τούτων ἕκαστον, οἷς καὶ παρα-
ϐάλλειν τὴν Υἱοῦ γὲνεσιν πάντων εὐσεϐέστατον, οὐκ
ὄντα γίνεται (οὐ γὰρ ἐκεῖνο γίνεται ’ὸ πρότερον ἦν),
ποίαν δέξεται ἷάσιν ὁ τὸν Υἱὸν ὃντά γεγεννῆσθαι λά-
γων; Εἴ γὰρ (27) πρὸ τῆς γεννήσεως ἣν, ἁγὲννητος
ἦν.
4) Daeil. p. 242, 244.
(2
5) Basil. 'p. 246 at 248.
(2
26) Basilius pag. 248.
ἒ
27) Basil. p. 252.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.