PG 32, col. 1100

τοῦ κατακλείσας διανοίᾳ, τοσοῦτον σιγᾷς,’ὡς μηδ’
ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. Ἐγὼ δὲ,
εἰπερ ἦν ἀσφαλὲς ἡ τοῦ διδασκάλου (26) τέχνη,
ἦλθον ἄν παρὰ σοὶ, ποιησόμενος Ἰκάρου πτερόν.
Ἀλλ’ ὅμως ἐπειδή οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν,
ἀντὶ τῶν Ἰκάρου πτερῶν, ἐπιστέλλω σοι λόγους,
δεικνύντας τὴν ἡμετέραν φιλίαν. Φύσις δέ λόγων,
μηνύουσα τοῦς κατά ψυχὴν ἔρωτας, Καὶ ταῦτα μὶν
οἱ λόγοι. Σὺ αὐτοὺς ἄγοις ὅπου βούλει ’ καὶ τηλι··
κοῦτον κράτος κεκτημένος, σιωπᾷς. Ἀλλὰ μετάστη-
σον καὶ ἐφ’ ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λό-
γων πηγάς.
ΕΠΙΣΤΟΛΗ ΤΞ.
Β Ἐκ τῆς ἐπιστολῆς αὐτοῦ πρὸς Ἰουλιανόν τὸν παρα-
ϐάτην.
Κατὰ την θεόθεν ἑπικεκληρωμένην ἡμῖν ἀμώμη-
τον πίστιν τῶν· Χριστιανῶν ὁμολογῶ καὶ συντίθημι
πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν
τὸν Πατέρα, Θεὸν τὸν Υίὸν, Θεὸν τό Πνεῦμα τὸ
ἅγιονο ἕνα Θεὸν, τὰ, τρία προσκυνῶ καὶ δοξάζω.
Ὀμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἕνσαρκον οἰκονομίαν,
καὶ Θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν
Μαρίαν. Δέχομαιλδε καὶ τοὺς ἁγίους ἀποστόλους,
προφήτας, καὶ μάρτυρας, καὶ εἰς τὴν πρός Θεὸν
ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι’ αὐτῶν, ἦγουν
διὰ τῆς μεσιτείας αὐτῶν, ἰλεὼν μοι γενέσθαι τὸν γιο
λάνθρωπον Θεὸν, καὶ λύτρον μοι τῶν πταισμάτων
γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοῦς χαρακτῆρας
τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατ’ ἐξαί-
ρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων ἀπο·
στόλων, καὶ οῦκ ἀπηγορευμένων, ἀλλ’ ἐν πάσαις ταῖς
ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορονμίνων.
ΕΠΙΣΤΟΛΗ ΤΞΑΖ
’Δπολιναρίῳ.
Τῷ δεσπότῃ μου αἰδεσιμωτάτῳ ’Δπολιναρίῳ, Βα-
σίλειος. Πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Ι¹ραφαίς
ἀσαφῶν ἐπεστέλλομεν, καὶ ηὐφραινόμεθα, οἷς τε
ἔπεμπες, οἷς τε ὑπισχνοῦ. Νῦν δὲ μείζων ἡμῖν ὑπὲρ
μειζόνων η φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἓτε-
ρον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις, τοιοῦτον κοινωνόν
καὶ προστάτην ἐπικαλέσασθαι, ὁποῖόν σε καὶ ἐν γνὼ-
σει καὶ ἐν λόγῳ ἀκριϐῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ
Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες,
καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλή-
σαντες, τὸ τῆς οὐσίας ὄνομα, ὡς ἀλλότριον τῶν θείων
“" Ex Monum. Eccl. Gr. t. Il, p. 84.
(26) Fort. Δαιδάλου. Cornua.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.