PG 32, col. 1108

γοντες, νῦν δὲτὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι
μεθοδεύσαντες. ἔνθα ἧν ἡ τοῦ όμοουσίου κακοῦργος ’
όιναίρεσιςυ ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατ’ οὐδεμίαν
ἄρνησιν Ἑλληνικήν· ἆντεισαγῶγὴ δὲ τοῦ όμοουσίου
τό ὅμοιον κατ’ οὐσίαν, ὅπερ ἐπετηδεύθη, χυδαίως
ὀνομασθὲν, καὶ κακοήθως νοηθέν· ἐπειδὴ ἡ ὁμοιότης
τῶν ἐν οὐσίᾳ, ἐστὶ τῶν οὐσιωὸῶν- ἵνα δὴ ουτως
ὡμοιωμένη οὐσία οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς
πρὸς βασιλέα. Πρὸς ἅπερ ἁντεγράφη, τὸ ὑπὸ τῶν
εὐσεϐεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον
Θεῷ, ἀλλὰ Θεὸν δηλοῖ τό ὅμοούσιόν,ὡς ἆν γέννημα
γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. Συν-
εισὴγετο δὲ καὶ τό περὶ· Πνεύματος, ὡς ὑπὸ τῶν
Πατέρων ἓν τῇ αὐτῆ πίστει τῷ Θεῷ καὶ τῷ Υὶῷ
κειμένου, ὄτι ἔστιν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν
τῆς εὐσεϐείας ταύτης πρεσϐειαν, τίνα εἰκὸς ἧν
οὕτω μετεῖναι, ὡς τόν σπουδαιότατον, οἶμα τῷ δε-
σπότῃ μου Γρηγορίῳ, ὃς οὐδ’ αὐτὸς οὐδαμόθεν γρά-
φει, οὐδὲ σημαινει καθάπαξ οὐδέν ; Ἕῤῥωσο, δέσποτα
ποθεινότατε.
ΕΟῙΣΤΟΚΗ ΤΞΕ’.
Βασίλειος τῷ μεγάλῳ βασιλεῖ (31) Θεοδοσίω.
Πάθος ἀπήντησε τῆ καθ’ ἡμᾶς, χώρᾳ, οὐκ εκ σω·-
ματικῆς περιπετείας, ἀλλ’ ἐξ ὑδάτων ἐπιρρύσεως,
Πόθεν δὲ τοῦτο, δηλώσω. Γέγονε καταϐολή χιό-
νων (32) πολλὴ τῆ καθ’ ἡμᾶς λίμνη. Μὴπω δὲ αὐτῆς
κρυσταλλωθείσης (33), ἐπιγίνεται πνεῦμα θερμὸν,
καὶ ὄμϐρος νότιος συμπίπτει αὐτῇ (34). Ἀθρόας οὖν
γενομένης τῆς τήξεως, ἆνείκαστα ἐκινήθη ῥεύματα
ἄεννάῳ ποταμῷ συνεπιμέγνύμενα τῷ ἅλυι, ἐναύλῳ.
τε ὄντι, ὑπερϐαίνοντα (35) γλώσσῃ καὶ ὀφθαλμῷ.
Οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός ο ἐκϐλύζων μὲν
ἐκ τῆς τῶν Ἀρμενίων, ἓκϐιϐαζόμενος δὲ ἐν τῆ ἱερω-
τάτη λίμνη τῶν Σεϐαστηνῶν, εἰς ἢν οἱ φερώνυμοι
καὶ γενναῖοι τεσσαρακοντα τοῦ Χριστοῦ στρατιῶται
βορέου δεινοῦ πνεύσαντος (36) ἓνεπάρησαν. Κάκεῖθεν
(δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ
περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοϐε-
ρῶν, οὗ μικρῶς ἡμᾶς ἐκφοϐεῖ. neat γὰρ μηδέποτε
περαιούμενος (37) κατά τινα χρόνον ἢ τρόπον, τὰς
ἀναγκαίας ἡμιν και λυσιτελεῖς πατρίδ ας οὐ συγχωρεῖ
διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. Δὲγω δὴ
τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἐλληνοπον-
τίων (38), δι’ ὧν και ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν προσ-
εστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια· κρυμὼδους οὕ-
(31) Al. ὑπερϐάλλοντα. ID.
(36) Α I. ἐπιπνεύσαντος. 11)·
(37) Al. περώμενος. ID.
(38) Al. Ἑλλησποντίων. ID.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.