PG 33, col. 1328
Αῗσχεα τεκταίνων στυγερὸς καταφαίνεται ἔργοις.
Ἐργατίνης οὐκ ἔστιν ἓως ὲνὸς εὐνομιάων.
Ποιμήν οὐρανόθεν βρότεον σκοπιάσσατο φῦλον,
Ὀψόμενος τίς ἂνακτα Θεὸν διζήμενος εἷή.
Πάντες ἀποκλίναντες ὁμῇ δεδμήατο λώϐῃ·
Ἐργατίνης οὐκ ἔστιν ἕως ἑνὸς εὐνομιάων.
Τῶν δ’ ἀγαθῶν ἀγνῶτες, ἀεὶ συμφράδμονες ἄτης,
Λαὸν ὲμὸν κατέδοντες, ὅπως εὐαλθέα σῖτον.
Ἀφραδέως ἐλάθοντο Θεὸν βασιλῆα λιτέσθαι·
Δειμαίνεσκον ἄδην, ὅτε δείματος οὐ χρέος ἦεν·
ι Ὧς Θεὸς έν μέσσῃσι δικαιοτάτῃσι γενέθλης
’Δκτεάνων μή μοί τις ἀτιμήσειε μερίμνας,
Οὕνεκεν ἀθάνατος κείνων Θεὸς ἐλπὶς ἐτύχθη.
Τίς πόροι έκ Σιῶνος ὲπίῤῥοθον Ἰσραήλους
Λαοῦ ὅταν στρέψειε Θεὸς κάτα δούλιον ἦμαρ,
Τῆμος ἀγα) λέσθω περιὼσιον Ἰσραῆλος,
ΨΑΛΜΟΣ 1Δ’.
Δαυΐδου πινυτοῢ δέκατος καὶ τέτρατος ὕμνος.
Τίς κλισίῃς, Ἀφθαρτε, παραυλίσοιτο τεῇσιν,
’Ἡ σέο ναιετάοι τίς ἐπ’ οὔρεος ἁχράντοιο ;
Εὖδικίῃ καὶ ἀκηρασίῃ μεμελημένος ἀνὴρ,
Στήθεσιν εὐαγέεσσιε ἀεὶ νημερτέα βάζων,
Ἐκπάγλως δολερῆς στυγέων μελεδήπατα γλώττης,
Ὀς κακὸν οὐ τέκτηνεν, ὲῷ δ’ ἕρῥαψεν ἑταίρω·
Οὐδὲ κακοῖς νείκεσσιν ὀνειδείοισι θυραῖον.
Μωμητὸν βασιλῆι κακορῥαφὲς ἔπλετο φῦλον.
Τοῖς δ’ ἄρα δειμαίνουσι Θεὸς μέγα κῦδος ὀπάζοι (12).
’Ός δὲ κέ που ὀμόσειε, καὶ ὅρκια πιστὰ φυλάξοι,
Μηδὲ τόκον δυσάλευτον ἑαῖς παλάμῃσιν ἂγείρε (13),
Μηδὲ δίκῃ βλάψειεν ἀναίτιον ἀνέρα δώροις’
Οὕποτ⁹ ὀρινθείη τρομέων βιότοιο θυέλλας.
ΨΑΛΜΟΣ ΙΕ“.
nep-1890 χαρίεντος έπὶ στήλῃς έριιτίμου,
Πρὸς δεκᾶτῳ πέμπτον τοῦτο μέλος λιγυρόν.
"Aperta, φρούρησόν με, ἐπεὶ σύ μευ ἐλπὶς έτύχθης.
Εῖπα Θεῷ βασιλῆυ Σύ μευ Θεὸς ἔπλεο μοῦνος·
Οὐδὲ γὰρ ἡμετέρων ἀγαθῶν ἐπιδεύεαι αὐτός.
Θηητῆν ’ὁσίων χθονίοίς ἀνέφηνε γενέθλην,
Παρθέμενος πινυτῆς ( 4) τε μετὰ σφίσι μήδεα θυμοῦ.
Ἀδρανίαι πλήθουσι, καὶ έν σφίσιν εἰσὶ ταχεῖαι.
Ἀνδρῶν εὐσεϐέων ταχιναὶ βεϐρίθασι νοῦσοι.
Νόσφι φόνων ἀδίκων, κλισίας σφέων εἰς ἔν ἀγειρων,
Οὕνομά τ’ έκ πραπίδων οὐ χείλεσι μνήσομαι αὐτῶν.
Αὐτὸς Ἀναξ πλῆθος, καὶ ἐμεῦ πέλει αἶσα κυπέλλου
Αὐτὸς ἐμοὶ Βασιλεὺς ζωαρκέα κλῆρον ὀπάζων.
Σχοῖνοί μοι κρατεροῖσιν έφορμήθησαν ἐπ’ ἔργοις.
(Mr) υινυτῆς. Forte, πινυτοῖς. In.