PG 34, col. 461

ἔστιν ἀπὸ τῆς γῆς, καὶ χωρὶς τῶν ἔξωθεν αὐτοῦ
ὄντων, ἀδύνατον αὐτῷ ζῆσαι · οὕτω καὶ ἡ ψυχὴ, ἐὰν
μὴ γεννηθῇ ἀπὸ τοῦ νῦν εἰς ἐκείνην τὴν γῆν τῶν
ζώντων, κάκεῖθεν τραφῇ πνευματικῶς τῷ Κυρίῳ
προκόπτουσα, καὶ ἀμφιασθῇ ἐκ τῆς θεότητος ἀρῥητα
ἄμφια οὐρανίου κάλλους, χωρὶς ἐκείνης τῆς τροφῆς
ζῆσαι αὐτὴν ἓν ἀπολαύσει καὶ ἀναπαύσει ἀφ’ ἑαυτῆς
ἀδύνατον. Ἔχει γὰρ ἡ θεία φύσις καὶ ἄρτον ζωῆς»
τὸν εἰπόντα, Ἐγώ εἰμι ὀσῖρτός τῆς ζωῆς ’καὶο
’Υδωρ ζῶν '
καὶ, Οἶνον εὐφραίνοντα καρδίαν
ἀνθρώπου · καὶ, Ἀγαλλιοίσεως ἔλαιον, καὶ παμ-
ποίκιλον τροφὴν οὐρανίου Πνεῦματος, καὶ ἐνδύματαΒ
φωτὸς οὐράνια ἐκ τοῦ Θεοῦ τυγχάνοντα. Ἐν τούτοις
ἐστὶν ἡ αἰώνιος ζωὴ τῆς ψυχῆς. Οὐαὶ σώματι, ὀπ-
όταν εἰς τὴν ἑαυτοῦ φύσιν ἑστήκῃ, ὅτι διαφθείρεται
καὶ ἀποθνήσκει ' καὶ οὐαὶ ψυχῇ, εἰ εἰς τὴν ἑαυτῆς
φύσιν μόνον ἔστηκε, καὶ εἰς τὰ ἑαυτῆς ἔργα μόνον
πέποιθε, μὴ ἔχουσα θείου Πνεῦματος κοινωνίαν, ὅτι
ἀποθνήσκει ζωῆς αἰωνίου θεότητος μὴ καταξιωθεῖ-
σα. Ὠσπερ γὰρ ἐπὶ τῶν ἀσθενούντων, ὶπὰν μηκέτι
τὸ σῶμα δύνηται λαϐεῖν τροφὴν, ἀπελπίζουσιν αὑ-
τοὺς, καὶ κλαίουσι πάντες γνήσιοι φίλοι, συγγενεῖς
καὶ ἀγαπητοίο οὕτω κλαίει ὁ Θεὸς καὶ οἱ οἶγιοι ἆγ-
γελοι τὰς ψυχὰς τὰς μὴ τρεφομένας τροφὴν οὐρα-
νιον τοῦ Πνεῦματος, καὶ ἐν ἀφθαρσίᾳ ζησάσας. Ταῦ-
τα δε καὶ πάλιν φημὶ, οὐκ εἰσὶν ἁπλῶς λόγοι λαλού-
μενοι, ἀλλ’ ἔργον πνευματικῆς ζωῆς, ἔργον ἄλη-Ο
θείας, εἰς τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν γιγνόμε-
νον.
ῙΒ’. Εἰ τοίνυν ἐγένου θρόνος τοῦ Θεοῦ, καὶ ἐπιϐέη
ϐηκεν ἐπὶ σε ὁ οὐράνιος ἡνίοχος, καὶ ἐγένετο ἡ ψυχὴ
σου ὅλη ὀφθαλμὸς πνευματικὸς, καὶ ὅλη φῶς ·
καὶ εἰ
ἐτράφης ἐκείνην τὴν τοῦ Πνεύματος τροφὴν, καὶ εἰ
ὶποτίσθης ἐκ τοῦ ζῶντος ὓδατος, καὶ εἰ ἑνεδύσω τά
τοῦ ἀρρήτου φωτός ἐνδύματα ·
εἰ τούτων ἁπάντων ὁ
ἔσω σου ἄνθρωπος ἐν πείρᾳ καὶ πληροφορίᾳ καθ-
έστηκεν, ἰδοῦ ζῇς καὶ τὴν ὅντως αἰώνιον ζωὴν, ἀπὸ
τοῦ νῦν μετά τοῦ Κυρίου ἀναπαυομένης τῆς ψυχῆς
σου. Ἰδοὺ κέκτησαι καὶ ἔλαϐες ταῦτα παρὰ τοῦ
Κυρίου ἐν ἀληθείᾳ ῐνα ζῇς ζωὴν ἀληθινήν. Εἰ δὲ
μηδὲν τούτων σύνοιδας σεαυτῷ, κλαῖε καὶ λυποῦ καὶ
D
ὀδύρου, ὄτι τοῦ αἰωνίου καὶ πνευματικοῦ πλούτου
ἀκμὴν οὐδέπω τετύχηκας, καὶ τὴν ὅντως ζωὴν
ἀκμὴν οὐδέπω ἐδέξω. Πόνον οὖν ἔχε περὶ τῆς πτω-
χείας σου, δεόμενος τοῦ Κυρίου νυκτός καὶ ἡμέρας,
ὅτι εἰς τὴν δεινὴν πενίαν τῆς ἁμαρτίας ἕστηκας.
Εἴθε δὲ κᾶν πόνον τις ἐκέκτητο, διὰ τὴν ἑαυτοῦ
πτωχείαν⁹ τό μὴ ὥσπερ κεκορεσμένοι έν ἀμεριμνίᾳ
διήγομεν, ὄτι ὁ πόνον ἔχων, καὶ ζητῶν καὶ αἰτῶν τὸν
Κύριον ἀδιαλείπτως, ταχέως τεύξεται τῆς ἀπολυτρώ-
σεως, καὶ τοῦ ἐπουρανίου πλούτου, καθὼς ὁ Κύριος
ἔλεγε, περὶ τοῦ ἀδίκου κριτοῦ καὶ τῆς χήρας διεξερ-
χόμενοςτόν λόγον · Πόσῳ μᾶλλον ό Θεὸς ποιήσει
¹⁸ Psal. Civ, l5.
ιο Joan. v1, 35. ιτ Joan. 1v, l0.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.