PG 34, col. 469

ἄλλο συμπασχει ο ούτω καὶ οἱ ἀδελφοὶ μετ’ ἀλλήλων
ἔστωσαν. Καὶ μήτε 6 εὐχόμενος κρινέτω τὸν ἐργα-
ζομενον, διότι οὐκ εὔχεται · μήτε 6 ἐργαζόμενος κρι-
νέτω τὸν εὐχόμενον, ὃτι ἐκεῖνος παραμένει , κάγὼ
ἐργάζομαι · μήτε 6 διακονῶν κρινέτω τόν ἕτερον .
Ἀλλ’ ἕκαστος εἴ τι ποιεῖ εἰς δόξαν Θεοῦ ποιείτω.
Ὀ ἀναγινώσκων τὸν εὐχόμενον ἔχῃ ἐν ἀγάπη xui
χαρᾷ, τοῦτο λογιζόμενος, ὅτι ’Υπὲρ ἐμοῦ εῦχέται ·
xui 6 εὐχόμενος περὶ τοῦ ἐργαζομένου τοῦτο λογι-
ζέσθω, ὅτι ὁ ποιεῖ, εἰς φοινήν ὡφελειαν ποιεῖ.
Γ’. Καὶ οὕτω δύναται ὁμοφωνία πολλή, καὶ εἰρήνη
xui συμφωνία ¹ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης κρατεῖν Β
ἀλλήλους, καὶ συνδιάγειν μετ’ ἀλλήλων ἐν ἀκεραιό-
τητι, xui ἀφελότητι, καὶ εὐδοκία Θεοῦ. T6 δὲ κε-
φαλαιωδέστερον πάντων, δηλονότι ἠ πρὸς καιρὸν
καρτέρησίς ἐστι τῆς εὐχῆς ° πλὴν δὲ ἓν ζητεῖται,
ἳνα ἔχη τις θησαυρὸν ἐν τῇ ψυχῇ, xui τήν ζωήν
ἣτις ἐστὶν 6 Κύριος ἐν τῷ νῷ · εἴτε ἐργάζεται, εἴτε
εὔχεται, ε’ίτε ἀναγινώσκέι, ἵνα ἔχῃ ἐκεῖνο τὸ κτῆμα
τὸ μή παρερχόμενον, ὃ ἐστι τὸ ἅγιον Πνεῦμα. Εἰσὶ
δέ τινες τοῦτο λέγοντες, ὅτιό Κύριος μόνους φανε-
ροὺς καρποῦς ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων · τὰ δὲ
κρυπτά 6 Θεὸς κατορθοῖ. Ούχ οὕτως δέ εἰσι τὰ πρά-
γματα, ἀλλ’ ὣσπερ εἰς τὸν ἔξω ἄνθρωπον ἀσφαλί-
ζεται, οὕτως ὀφείλει καὶ ἐν τοῖς λογισμοῖς ποιεῖν
ἀγῶνα xui πόλεμον · ἀπαιτεῖ σε γὰρ 6 Κύριος, ἵνα
ὀργισθῇς σεαυτῷ, xui μάχην ποιήσῃς μετά τοῦ νοός C
σου, μήτε συμφωνήσῃς, μήτε συνηδυνθῇς τοῖς λο-
γισμοῖς τῆς κακίας,
Δ’. Λοιπὸν τὸ ἐκριζῶσαι τὴν ἁμαρτίαν καὶ τὸ
συνὸν κακὸν, τοῦτο τῇ θείᾳ δυνάμει μόνον δυνατὸν
ἐστι κατορθῶσαι. Οὐκ ἔξεστι γὰρ οὔτε δυνατὸν ἀν-
θρώπῳ ἐξ ἰδίας δυνάμεως ἐχριζώσαι τὴν ἁμαρτίαν ⁸
τὸ ἀντιπαλαῖσαι, τὸ ἀντιμαχεσθῆναι, δεῐραι δαρῆναι
σὸν ἐστιν ’,ἐκριζῶσαι δὲ, Θεοῦ ἐστιν. Εἰ γὰρ σὺ
ἠδύνω τοῦτο ποιῆσαι, τίς χρεία τῆς ἐλεύσεως τοῦ
Κυρίου ;⁶Ως γὰρ οὐκ ἔστι τὸν ὀφθαλμὸν ἄνευ φωτὸς
βλέπειν, ἦ περιποτείν ἄνευ ποδῶν , ἦ ἀκούειν ἄνευ
ὤτων, ή περιπατεῖν ἄνευ ποδῶν, ἡ ἐργάζεσθαι ἄνευ
χειρῶν · οὕτως ού δύνασαι οἰνευ τοῦ Ἰησοῦ σωθῆναι,
ᾖ εἰσελθεῖν εἰς βασιλείαν οὐρανῶν. Εἰ δὲ λέγεις, ὅτι
Ἐν τοῖς φαινομένοις ού πορνεύω, ού μοιχεύω, οὐκ
εἰμὶ φιλάργυρος, λοιπον δίκαιός εἰμι · πεπλάνησαι
ἐντούτῳ, νομίσας ὅτι πάντα ἐξετελεοάς · Ούκ εἰσὶ
μόνον τρία μέρη τῆς ἁμαρτίας εἰς οἶ ὀφείλει τις ἀσφα-
λίσασθαι, ἀλλά ἀυρία · ἡ τύφωσις, ἡ ἀφοϐία, ἡ ἀπιστία,
τὸ μῖσος, ὁ φθόνος, ἡ δολιότης, ἡ ὑπόκρισις, πόθεν
ἐστίν ς ούκ ὀφείλεις πρὸς ταῦτα ἔχειν τὴν πάλην xui τὸν
ἀγῶνα ἐν τοῖς λεληθόσιν ἐν τοῖς λογισμοῖς; ὥσπερ
ἐὰν ἦ λῃστὴς ἐν τῇ οἰκίᾳ, τὸ λοιπὸν ύποθλίϐει σε,
καὶ οῦκ iu σε ἀμεριμνεῖν, ἄρχῃ δὲ xui σὺ ἀντιτύ-
πτειν αύτὸν, δέρεις καὶ δέρη ⁸ οὑτως ὀφείλει xui
ἡ ψυχή ἀντιτύπτειν καὶ ἀντιμάχεσθαι, xui ἀντι-
κρούειν .

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.