PG 34, col. 476

Κυρίου δυνάμεως, φυλαχθήσεται, αύτὴ ἑαυτήν ὅση
δύναμις συσφίγγουσα, καὶ πάσης ἐπιθυμίας κοσμικῆς
ἀποστρέφουσα · καὶ οὕτως ὑπὸ τοῦ Κυρίου βοηθουμένη
εἰς τὸ ἐξ ἀληθείας φυλαχθῆναι αὐτὴν απὸ τῶν προει-
ρημένων κακῶν. Ἐπάν γὰρ ἴδη ὁ Κύριός τινα γεν-
ναίως ἀποστρεφόμενον τὰς τοῦ βίου ἡδονὰς, καὶ
περισπασμούς καὶ μερίμνας ύλικάς καὶ δεσμοὺς
γηῐνους, καὶ ῥεμϐασμοὺς λογισμῶν ματαίων, δίδωσι
τὴν ἰδίαν τῆς χάριτος βοήθειαν, ἄπτωτον διατηρῶν
τὴν ψυχὴν ἐκείνην διεξερχομένην καλῶς τόν ἐνεστῶτα
πονηρὸν αἰῶνα. Καὶ οὕτως ἡ ψυχὴ ἐπαίνων οὐρανίων
παρά Θεοῦ xui ἀγγέλων τεύξεται, ὅτι τόν χιτῶνα τοῦ
σώματος αὐτῆς καλῶς διεφύλαξε καὶ ἑαυτήν, ὅσον τὸ
ἓν utin} δυνατὸν, πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου ἀπο-
στραφείσα, καὶ ὑπ’ αὐτοῦ βοηθηθεῑσα, τόν δρό-
μον τοῡ σταδίου τοῦ κόσμου τούτου καλῶς διεξελή-
λυθεν.
Ε’. Εἰ δέ τις ἓν χαυνότητι καὶ ῥᾳθυμίᾳ μὴ προσεχόν-
τως ἐν τῷ βίῳ τούτῳ πορεύεται, καὶ ἐκ θελήματος
ἰδίου οὐκ ἀποστρέφεται πᾶσαν ἐπιθυμίαν τοῦ κόσμου,
καὶτὸν Κύριον μόνον ἐν πάση ἐπιθυμίᾳ ἐπιζητεῖ, εὶς
τὰς ἀκάνθας καὶ ὕλας τούτου τοῦ κόσμου περιπεί-
ρεται, καὶ ύπὸ τοῦ πυρὸς τῆς ἐπιθυμίας ό χιτὼν
τοῦ σώματος παρακαίεται, xui ὑπὸ τοῦ βορϐόρου
τῶν ἡδονῶν σπιλοῦται, καὶ οὓτως ἀπαρρησίαστος ἡ
ψυχὴ ἐν ἡμέρᾳ κρίσεως εὑρίσκεται, τὸ ἔνδυμα αὐτῆς
ἄσπιλον μὴ δυνηθεῖσα τηρῆσαι, ἀλλά καταφθείρασα
αὐτὸ ταῖς ἀπάταις τοῦ αἰῶνος τούτου · καὶ διὰ τοῦτο
ἀπόϐλητος τῆς βασιλείας γίγνεται · τί γὰρ ποιήσει
6 Θεὸς τῷ θελήματι τῷ ἰδίῳ παραδιδόντι ἑαυτὸν τῷ
κόσμῳ, καὶ ἀπατωμένῳ ταῖς ἡδοναῖς αὐτοῦ, ἦ ῥεμο
ϐασμοῐς ὑλικοῖς ίκπλανωμένῳ; ἐκείνῳ γὰρ βοήθειαν
δίδωσι, τῷ ἀποστρεφομένῳ τὰς ὑλικὰς ἡδονὰς, καὶ
προτέρας συνηθείας · καὶ βίᾳ τὴν διάνοιαν πάντοτε
πρὸς Κύριον ἕλκοντι, ἀρνουμένῳ τε ἑαυτὸν, καὶ τόν
Κύριον μόνον ἓπιζητοῡντι ⁸ τοῦτον διατηρεῖ, τὸν φυ-
λασσόμενον πανταχόθεν ἐκ τῶν παγίδων xui βρόχων
τῆς ὕληςτοῦ κόσμου, τὸν μετά φόϐου καὶ τρόμου
τὴν ἑαυτοῦ σωτηρίαν κατεργαζόμενον, καὶμετά
πάσης πορσεχείας διά τῶν παγίδων καὶ βρόχων καὶ
ἕπιθυμιῶν τοῦ αἰῶνος τούτου παρερχόμενον, xui τήν
τοῦ Κυρίου βοήθειαν ἐπιζητοῦντα, xui τῷ ἐλέει αὑτὸν
διὰ τῆς χάριτος σώζεσθαι ἐλπίζοντα.
ς-’. Ἰδοὺ γάραὶ πέντε παρθένοι ui φρόνιμοι, νήψασαι
καὶ γοργευσάμεναι τὸ ξένον τῆς ἑαυτῶν φύσεως, λα-
ϐοῦσαι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις τῆς καρδίας αὐτῶν,
τουτέστι τήν ἄνωθεν χάριν τοῦ Πνεύματος, ἠδυνήθη-
σαν συνεισελθεῖν τῷ Νυμφίῳ εἰς τόν ἐπουράνιον νυμ-
φῶνα. Αἱ δὲ ἄλλαι ui μωραὶ, αἱ ἐν τῇ ἰδίᾳ φύσει
ἀπομείνασαι, οὐκ imiimi: xui ἐσπούδασαν δέχεσθαι
τὸ ἔλαιον τῆς ἀγαλλιάσεως ἓν τοῖς ἀγγείοις αὐτῶν,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.