PG 38, col. 344

ἐξαρκεῖν πρὸς τοσοῦτον, ἀλλ’ ὅμως τῶν ἐλπίδων
τοσοῦτον ἐτύχομεν, ὼς μηδὲ σχεδαρίοις δεῆσαι προσ
τυπῶσαι · ἀλλ’ ἅμα καὶ παρεκϐάλλειν καὶ σχεδιάζειν,
καὶ μηδὲ ταῖς ὅθεν ἐχρῆν τὸν νοῦν τῆς ἱστορίας λα-
ϐόντας παρατίθεσθαι βίϐλοις ὲπικύπτειν, ὥσπερ βί-
ϐλου παρούσης, καὶ γραμματέως παρεστηκότος · οὐ
γὰρ ἀν ἀοράτως αὐτὸν ἀπιστήσαιμ’ ἂν, τὸν δι’ ὃν
ἡμῖν παρεῖναι τὸ σπουδαζόμενον· οὐδὲν τοιγαροῦν
ἀνήνυτον ἡμῖν τῶν εἰς Γρηγόριον μέχρι δεῦρο βε-
ϐουλευμένιυν, ταῖς ἐκείνου πρεσϐείαις τεθαρῤηκόσιν·
ἐπεὶ καὶ τὰς λέξεις ἡνίκα στιχηρᾶς ἐπεμερίζομεν
βίϐλου, οὐδὲ μέχρι λέξεως διημάρτομεν, καὶ τὰς
ἀντιφράσεις ἐκ τοῦ τῆς ἐννοίας εἱρμοῦ παραθέμενοι,
καίπερ τότε τυγχάνοντες ἄπειροι, τῆς ὀρθότητος
οὐκ ὲσφάλημεν · ταύτας ἔπειτα παλιλλεξίαις γυμνά·
σαντες · καὶ τὸ θαυμαστὸν ὃτι μετά τὸ γράφειν ἐρω-
τώμενοι ἠποροῦμεν, εί μὴ πόνῳ καὶ σχολῇ μετέπειτα
μεμαθήκαμεν, ἆπερ ἀπόνως αὐτοσχεδίως γεγράφα·
μεν ο τοσαῦτα Γρηγόριος ἡμῖν, μᾶλλον διὰ τοῦ Γρη-
γορίου Θεὸς, ταῖς τοῦ θεράποντος πρεσϐείαις πειθό-
μενος εὐμενέστατα· μέλι μὲν τὸ γλυκύτατον καὶ
πᾶσι προσφιλέστατον, όστρακίνῳ σκεύει καταθέμε-
νος, ἢ χρυσὸν ὲγκαταδήσας ἐσθῆτος εὐτελοῦς ὲρρι-
κνωμένῳ τμήματι κοπριοσυλλέκτῳ, μονονουχὶ δὲ τοῖς
πᾶσιν ἐπιϐοώμενος· Γεύσασθε τῆς γλυκύτητος τοῦ
μέλιτος κορεσθέντες, καὶ τὸ σκεῦος συντρίψατε
(ὀστράκινον γὰρ καὶ λίαν εὐτελές),· ἑμφορήθητε τοῦ
ἐντὸς, καταπτύοντες τοῦ ἐκτός· δέξασθε λύσαντες
τὸν χρυσὸν, τὸ δὲ ῥάκος έν ᾧ περισφίγγεται, παρα
οικτρώσατε· τοῖς ὑμετέροις ἐντίμως ἀπόθεσθε τα-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.