PG 38, col. 358

ῥαθυμίαν, ἢν συνέκδημον λαϐοῦσα ἡ παναθλία ψυχὴ,
χάσματι καὶ πυρὶ βυθισθῆναι, σωτηρίας ἐλπίδα μη·-
κέτι κεκτημένη· κόλποι δὲ νοηθήσονται τοῦ Ἁϐραάμ,
αί τῶν ἁγίων διατριϐαί· τούτῳ γὰρ τὴν τῆς ἐπαγ-
γελίας ὑπέσχετο γῆν ό Θεὸς, ἧς γάλα καὶ μέλι δι-
εκρέει· θεὸς θεοῖς συγγινόμενος, καὶ πρὸς αὐτῶν ἀν-
υμνούμενος άσιγήτως, πλατέως τε καὶ ἀπεράντως
θεολογού μενος.
584 Εἰπὲ, καὶ αἱματόεσσα ῥύσις λήξειε τάχιστα.
Τῶν ὲν τοῖς Εὐαγγελίοις θαυμάτων ἀναγωγικῶς
μεμνημένος , πρὸς Χριστὸν αὐτὸν διαλέγεται · Λόγῳ
γάρ είπὲ, φησὶ, καὶ τῆς ψυχῆς ή αἱματώδηέ στῆ-ν
σεται ῥύσις· ρύσις αἱμάτων δὲ προκαταϐεϐλημένου
τραύματος πληγὴν ὑποδείκνυσι · τῷ γὰρ τετρωμένῳ,
τῆς ὠτειλῆς ἐκροή τις παρέπεται· ταχίστην δὲ λῆξίν
φησιν, ἐκ παραγώγου σχήματος· αἱμόρρους γάρ τις
γυνὴ δυοκαίδεκα χρόνων τῷ πάθει κατεχομένη, τῶν
κρασπέδων τοῦ Χριστοῦ λαθραίως ἁψαμένη, παρα-
χρῆμα τῆς νόσου ἀπηλλάγη.
585 Εἰπὲ, καί sumit-ets συῶν ἀγέλην λεγεῶνος
586 Πνεῦμιηκαί πελάγεσσι πέσοι.
Τῶν ὲν Εὐαγγελίοις θαυμάτων καὶ τοῦτο· κατὰ
γὰρ τὴν τῶν Γεργεσηνῶν χώραν ἦν τις δαιμονῶν ὲν
τοῖς μνημείοις· δι’ ὃν ἄϐατος ἦν ὁ τόπος, πολλῶν
διαφόρως ὐπ’ αὐτοῦ κατατρωθέντων · τοῦτον Ἰησοῦς
ὑγιῆ καταστήσας, χοίρων αὐτόθι νεμομένων, ὐπὸ τῶν
δαιμόνων ἀξιοῦται τοῖς χοίροις αὐτοὺς ἐπιτρέψαι τὸ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.