PG 38, col. 368

δὲ τὸν Μωῡσέα, καὶ πλέον κατανοῆσαι προθυμού-
μενον ιρωνή τις ἀπείργει θειοτέρα τῆς βάτου ἐξ
ενεχθεῖσα. ἠ δὲ ἦν λύειν παρακελευομένη τὰ τῶν
ποδῶν ὑποδήματα, Ἐγὼ δὲ, φήσαντος, εἶμί. τοῦ
λαλοῦντος, ό Θεὸς τῶν πατέρων σου, o' Θεὸς
Ἀϐραὰμ καὶ ό Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώϐ ⁸ ἕμο
φοϐος δὲ γενόμενος Μωῦσῆς , ηύλαϐεῖτο κατανοῆσαν
πολλῆς δὲ τῆς ἐκ τοῦ λαλεῖν παρρησίας ύπαρχθείσης,
τοῦ μὲν Θεοῦ προστάσσοντος τὴν Αἰγυπτίων καταλα-
ϐόντα τὸν Μωῢσέα, τῆς Αἰγυπτίων ἐξελέσθαι δουο
λείας τοὺς υἱοὺς Ἰσραὴλ, είς τέλος τε τῆς κακώσεως
ἀναϐιϐάσαι · τοῦ δὲ τὴν ἄφιξιν ἀναϐαλλομένου , καλ⁸
μὴ πρὸς τοῦτ’ ἐξαρκεῖν διαϐεϐαιουμένου, τῆς τε
γλώσσης τὴν βραδύτητα προτιθεμένου, καὶ τῆς φω-
νῆς τὸ δύσηχον προφασιζομένου, θυμωθέντα τὸν Θεὸν
ἐπ’ αὐτῷ, χαλεπῇ Θεοῦ ἀντικοτοῦντος ἀπειλῇ, τὰς
μὲν οἵας ἔφαμεν προφάσεις ἀφεὶς , ὅτι μὴ παρ’ αὖ-
τοῖς ἔλεγε πιστωθήσεταιο ῥάϐδον οῦν ὲν τῇ χειρὶ
κατέχων προσρίψας τῇ γῇ τοῦτο προστάξαντος αύτῷ
τοῦ λαλοῦντος, είς δράκοντα ταύτην μετελθοῦσαν,
μάλα δείσας διδράσκει ° τῆς δὲ κέρκου λαϐέσθαι καὶ
αὖθις προστεταχότος Θεοῦ, ταύτην εἶχεν εἰς τὸ ἀρ-
χαῖον ἐπανελθοῦσαν · ἀλλ’ ἔτι διαπιστῶν τὴν χεῖρα
τῷ κόλπῳ προσαγαγεῖν ὲγκελεύεται· ἀφ’ οὗ λεο
πρῶσαν αὐτὴν ἐξαγαγὼν, αὖθίς τε εἰσαγαγὼν, καὶ
πρὸς τὴν ἀρχαίαν χροιάν ἀποκαταστάσαν ἀπολαϐὼν,
τὴν ἐπ’ Αἴγυπτον ὁδοιπορίαν στέλλεται, σὺν τῇ γαρ
μετῇ καὶ τοῖς ἐξ αὐτῆς αύτῷ τεχθεῖσι παιδίοις, τῷ
πενθερῷ καὶτοῖς προσφιλέσιν έξόδια προσομιλήσας
καὶ μάλα φιλικά· ’γενομένῳ δὲ τῆς ὁδοιπορίας ἄγ-
γελος ἐπιστάς τὸν πρωτότοκον υἱὸν Γηρσάμ οὕτω λέ·
γόμενον τοῦ Μωῦσέως, μικροῦ δεῖν ἀναιρεῖο πλὴν
εἰ μὴ δραμοῦσα τοῦ παιδὸς ἡ μήτηρ, καί ψῆφον

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.