PG 40, col. 1260

οὗτοί εἰσιν, oi ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου
τοῦ έν τοῖς οὐρανοῖς. ι Μετὰ περισπωμένων μὴ
συναυλίζου, μηδὲ συμπορευθῇς είς συμπόσιον μετ’
αὐτῶν· μήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας έλκύ-
σωσι, καὶ τῆς κατά τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγά-
γωσιν · ἔστι γὰρ τὸ πάθος τοῦτο ὲν αὐτοῖς · μὴ έκ-
κλίνης τδ οὖς σου είς τοὺς λόγους αὐτῶν, καὶ ἐν·
νοίας καρδίας αὐτῶν μὴ παραδέξῃ. Εἰσὶ γὰρ ὅντως
ἐπιζήμιοι.. Ἐπὶ τοὺς πιστοὺς τῆς γῆς ἔστω σοι 6
πόθος, καὶ 6 πόνος τῆς καρδίας σου είς ζῆλον πέν-
θους αὐτῶν. ι Oi ὀφθαλμοί μου ι γάρ (ἐπὶ τοὺς πιστοὺς
τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ. ι Ἐὰν
δέ τις καὶ τῶν κατά τὴν ἀγάπην τοῦ Θεοῦ πορευοα
μένων, ἐλθὼν πρὸς σὲ ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί
σε, καὶ θέλεις ὑπάγειν, ὕπαγε μὲν, τάχιον δὲ ὲν τῷ
κελλίῳ σου ὐπόστρεφε. Ei δυνατὸν, ὲκτὺς τούτου μὴ
καθευδήσῃς ποτέ· Eva διαπαντός σοι παραμείνῃ τῆς
ἡσυχίας ἡ χάρις, καὶ τῆς έν αὐτῷ προθέσεως ἀνεμ-
πόδιστον ἕξεις τὴν λατρείαν.
Η’.Μὴ γίνου ἐπιθυμητὴς βρωμάτων καλῶν, καὶ τῶν
κατά τὴν σπατάλην ἀπατῶν. ι Ἠ γὰρ σπαταλῶσα,
ζῶσα τέθνηκεν, »ὡς καὶ 6 Ἀπόστολός φησι. Μὴ χορ-
τάσῃς τὴν κοιλίαν σου ὲν βρώμασιν ἀλλοτρίων, ἶνα
μὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τὰς ἔξω τρα-
πέζας ἐμποιήσῃ σοι τὸν πόθον. Εἴρηται γάρ ' ι Μὴ
άπατᾶσθε χορτασίᾳ κοιλίας.» Ἐὰν δὲ κα)⁵ συνεχῶς
ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον,
παραιτοῦ. Ἔστι γάρ ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου
σου συνεχὴς διατρι6ή’ ἀφαιρεῖται τὴν χάριν, exoro!
τὸ φρόνημα, μαραίνει τὸν πόθον. Ἴδε μοι κεράμων
οῐνου πλεῖστον έγχρονίσαν έν τῷ τόπῳ, καὶ κείμενον
ἀσάλευτον, πῶς παρασκευάζει τὸν οἶνον λαμπρὸν,
καθιστάμενον, εὐώδηο ἐὰν δὲ ὧδε κάκεῖσε 229247.691;-
ται, τεταραγμένον, στυγνὸν, πάσης ὁμοῦ τῆς ὲκ τῆς
τρυγίας κακίας τὴν ἀηδίαν ἐπιδεικνύμενον. Τοιγαρ-
οῦν τούτῳ παραπλησιάσας σεαυτὸν, πειρῶ τῆς ὡφε-
λείας,κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου 6 νοῦς
περισπαστικὸς (59) γένηται, καὶ τὸν τῆς ἡσυχίας
ταράξῃ τρόπον. Ἑργασίας χειρῶν φρόντιζε, καὶ τοῦτο
αὐτὸ, εί δυνατὸν, νυκτὸς καὶ ἡμέρας, πρὸς τὸ μὴ
ἐπιϐαρῆσαί τινα, μᾶλλον δὲ καὶ είς τὸ μεταδιδόναι,
καθάπερ καὶ παραινεῖ λέγων 6 ἱερὸς ἀπόστολος Παῦο
λος* ἴνα δὴ καὶ έν τούτῳ τὸν τῆς άκηδίας καταπασ
λαίσῃς δαίμονα, καὶ τὰς ἄλλας πάσας ἐπιθυμίας τοῦ
ἐχθροῦ διάρῃς. Ἐπίκειται γὰρ τῇ ἀργίᾳ 6 τῆς ἁκηο
δίας δαίμων, καὶ ὲν ἐπιθυμίαις ἐστὶν, ὥς φησιν.
Ἀποδόσεως καὶ λήψεως οὐκ (60) ἐκφεύξῃ ἁμαρτίαν.
Εἴτε οὖν πωλεῖς, εἴτε ἀγοράζεις, μικρόν τι τοῦ ἴσου
ζημίωσον σεαυτόν μὴ τοῖς κατ’ ἀκρίϐειαν ἦ τοῖς
περὶ τὴν τιμὴν φιλοκερδείας ἐπενεχθεὶς τρόποις, ἐπὶ
τά βλαϐερὰ τῶν τῆς ψυχῆς αἰτιῶν καταπέσῃς, φιλο-
⁵⁸ Prov. xxiv, l5. ⁵³ l Thess. ιι, 9, et ll, ιιι, 8;
(60) Forte οὐ vacat.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.