PG 40, col. 173

ζάρου διήγημα, καὶ οὕτως εἶχε τῶν πραγμάτων
φύσις, ὠς τῇ ἀνωμαλία τοῦ βίου τούτου τὴν ζωὴν
ἡμῶν περιγράφεσθαι, μεγάλας ἂν ἀφῆκα σχετλιά-
ζων φωνάς · ἐφ’ οἷς oi κτισθέντες όμοτίμως, οὕτως
ἀνίσως μετὰ τῶν ὁμοφύλων διάγομεν· ἐπειδὴ δὲ
καλά τά λειπόμενα πρὸς ἀκρόασιν, ὲν τοῖς παρελ-
θοῦσι στενάξας , ὁ πένης, έν τοῖς ἀκολούθοις 5:306-
μησον, μαθὼν τοῦ συμπτώχου σου τὴν μακαρίαν
ἀπόλαυσιν. Εὑρήσεις γάρ δικαίου κριτοῦ ἀκριϐὲς
δικαστήριον, ἐν στενάζει ὁ ἡδυπαθήσας, καὶ τρυφᾷ
ό μοχθήσας· ἑκάτερος δὲ κομίζεται τὰ πρὸς ἀξίαν
ἐπίχει ρα.
Ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν, καὶ ἀυτ-
ενεχθῆναι ὑπὸ τῶν ἀγγέλων είς τὸν κόλπον
Ἀϐραάμ. Ὁρᾷς τοὺς διακονιστὰς τοῦ δικαίου καὶ
πένητος, καὶ τοὺς ὑπηρέτας τῆς μεταστάσεωςς ’Ἄγ-
γελοι γὰρ ἐδορυφόρουν, γαληνόν τε καὶ πρᾶον είς
αὐτὸν βλέποντες, καὶ τῷ σχήματι προδηλοῦντες τὴν
ἀναμένουσαν αὑτὸν θεραπείαν καὶ ἄνεσιν. Ἐνετέθη
δὲ κομισθεὶς τοῖς κόλποις τοῦ πατριάρχου· ὃ καὶ δια-
πορήσεως ἀφορμὴν παρέχει τοῖς ἡδέως τά βάθη τῶν
Γ ραφῶν βασανίζουσιν. Εἰ γάρ πᾶς τελευτῶν δίκαιος
πρὸς τὸν αὐτὸν κομίζοιτο τόπον, πολύς τις ἂν εἴη
καὶ ἐπ’ ἄπειρον ἀνηπλωμένος ό κόλπος, εἴ γε μέλλοι
χωρητικὺς ἔσεσθαι τοῦ πλήθους τῶν ὁσίων παντός.
Εἰ δὲ τοῦτο παντελῶς ἀμήχανον (κόλπος γὰρ κοι-
λανθεὶς ἄνδρα μὲν καὶ ἕνα δυσχερῶς, μόλις δὲ
δύο περιστέλλει βρέφη), θεωρία τις ἡμᾶς ἐκδέχεται,
τῇ εἰκόνι τοῦ αἰσθητοῦ κόλπου, πρὸς νοητήν τινα
πραγματείαν χειραγωγοῦσα. Τί γάρ ἐστι τὸ λεγό-
μενον· '0 Ἁϐραάμ, φησιν, ἀποδέχεται τοὺς τὸν
εὑπολίτευτον ζήσαντας βίον; Εἰπὲ τοίνυν, ῶ θε-
σπέσιε Λουκᾶ (ὡς πρὸς παρόντα γάρ σε καὶ ὀρώ-
μενον διαλέξομαι), διὰ τί πολλῶν ὄντων δικαίων καὶ
πρεσϐυτέρων τοῦ Ἀϐραὰμ, ταύτην τῶν μεθηλικεο
στέρων τὴν τιμὴν ἀπεκλήρωσας , σιωπήσας τὸν
Ἑνὼχ, τὸν Νῶε, καὶ εἴ τις ἄλλος κατὰ τὸν βίον
τούτοις ἁκόλουθοςς Ἀλλά σου τάχα συνίημι, καὶ
οὐκ ἔξω βάλλει τοῦ σκοποῦ ἃ λογίζομαι. Ἐπειδὴ
γὰρ ὁ ’Δϐραάμ θεράπων Χριστοῦ, καὶ διαφερόντως
05:0; ἀνθρώπων τά τῆς τοῦ Χριστοῦ ἐπιφανείας
ἐδέξατο, καὶ τὸ τῆς Τριάδος μυστήριον ἱκανῶς ἡμῖν
ὲν τῇ σκηνῇ τοῦ γέροντος τούτου διετυπώθη, ἧνικα
τοὺς τρεῖς ἀγγέλους ὼς ἄνδρας ὁδοιπόρους ἐξένισε·
καὶ ἁπλῶς ὲκ πολλῶν μυστικῶν αἰνιγμάτων οἰκεῖος
ἄνθρωπος οὗτος γεγένηται τοῦ Θεοῦ, τοῦ χρόνοις
ὕστερον ἀμφιεσαμένου τὴν σάρκα, καὶ διὰ μέσου τοῦ
ἀνθρωπικοῦ τούτου παραπετάσματος ἐναργῶς ὁμι-
λήσαντος τοῖς ἀνθρώποις· διὰ τοῦτο, τὸν κόλπον αὐτοῦ
οἷον εὖδιόν τινα λιμένα καὶ ἄκλυστον ἀναπαυτήριον
⁷ Gen. tt, 27.
(6) Sequioris (etatis homini. τῶν μεθηλικεστέρων
ἀπεκλιψωσας. Sit forte τῷ μεθηλικεστέρῳ. Quo-
modo nihil supplendum aut durum. Videtur inter-
pres eam vocem contrario sensu reddidisse, ac

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.