PG 40, col. 188

αγέτω τὰ ἀλλότρια ο ἁπτέσθω σωμάτων νωθρῶν καὶ
κεκακωμένων δι’ ἀγαθῆς ἐπισκέψεως, μὴ τῶν σφρι-
γώντων καὶ ταῖς πορνείαις ἀεὶ σχολαζόντων.
Ἔδειξεν ἡμῖν ὁ λόγος, ὡς καὶ αὐτοὶ ἑαυτῶν οὐ
δεσπόται ἐσμὲν, ἀλλ’ οἰκονόμοι. Πᾶν γάρ τδ νόμοις
ὑποκείμενον καί προστάγμασι, δοῦλον τοῦ νομοθέτου
ἐστὶν καὶ ὑπήκοον. Εἰ δὲ τὰ μόρια τοῦ σώματος ἡμῶν
οὐκ ἐλεύθερα ἐξουσίας, ἀλλὰ δεσποτικῷ βουλήματι
πρὸς τὰς ἐνεργείας κανονιζόμενα· τί ἂν εἴποι τις
πρὸς τοὺς οἰομένους, χρυσοῦ καὶ ἀργύρου, καί γῆς,
καί τῶν ἄλλων ἀνεύθυνον ἔχειν τὴν κτῆσινς Οὐδὲν
σὺν, ἄνθρωπε. Σὺ δοῦλος, καί τά σὰ τοῦ Κυρίου.
Δοῦλος γὰρ ἐλεύθερον πεκούλιω· οὐκ ἔχει, Pup..ng
γάρ ῆχθης εἰς τοῦτο τὸ φῶς⁸ έλαόες ἃ ἔχεις κατὰ
νόμον τοῦ Κυρίου σου, ἢ κληρονομήσας πατέρα,
ἐπειδὴ οὕτως ὁ Θεὸς διετάξατο (Γονεῖς γὰρ τέκνοις,
φησι, μεριοῦσι σκύλα), ἢ ἀπὸ γάμου τὴν εὐπορίαν
κτησάμενος (γάμος δὲ καί τὰ ἐπ’ ἐκείνῳ παρὰ Θεοῦ
διατέτακται), ἢ ἀπὸ ἐμπορίας. καὶ γεωργίας. καὶ
τῶν ἄλλων προφάσεων, Θεοῦ πρὸς ἐκεῖνα συμπρά-
Ἰδοὺ τοίνυν, ἐδείχθη ὅτι ἔλαϐες τὰ μὴ σά. Ἵδω-
μεν τοίνυν λοιπὸν, τί σοι ἐπετάχθη, καὶ οἵα ἐπ’ ἐκεί-
νοις διοίκησις. Δὸς τῷ πεινῶντι, ἔνδυσον τὸν γυμνὸν,
θεράπευσον τὸν κεκακωμένον, μὴ περιίδῃς τὸν ἄπο-
ρον, τὸν ἐρριμμένον ἐν τοῖς τριόδοις. Σὺ μὲν σαυ-
τοῦ μὴ μεριμνήσῃς, μηδὲ φροντίσῃς, πῶς διάξεις ἐπὶ
τῆς ὑστεραίας. Κᾶν ταῦτα, φησὶν, ἐργάσῃ, τιμηθήσῃ
παρὰ τοῦ νομοθέτου ⁸ ἂν δὲ παρεικούσης τῆς ἐντολῆς,
κολασθήσῃ πικρῶς. Ταῦτα ἐγὼ οὐ βλέπω τοῦ αὐτεξ-
ουσίου, οὐδὲ τοῦ ζῶντος μετ’ αὑθεντείας · ἀλλὰ τούν-
αντίον, τά πολλὰ καὶ συνεχῆ προστάγματα ὑποδεί-
κνυσί μοι ἄνθρωπον βασιλευόμενον ἰσχυρῶς, καὶ v6-
μοις δεσποτικοῖς ὑπεύθυνον, καὶ τὴν κεκανονισμένην
πολιτείαν ἀπαιτούμενον ὡς χρέος. Ἡμεῖς δὲ, πῶς
ἀλογίστευτον ἔχοντες τὸν βίον, τοὺς μὲν ἀθλίους καὶ
πενομένους περιορῶμεν ὲντελευτῶντας ταῖς συμφο-
ραῖς’ καὶ δαπανώμεθα δὲ φιλοτίμως ταῖς ματαιότη-
σιν, κολάκων πλῆθος ἀσώτων τρέφοντες, καὶ φρατρίας
κακοδαιμόνων παρασίτων ἐπισυρόμενοι · αὖθις θηριο-
μάχοις καὶ θηρίοις σκορπίζοντες τδν πλοῦτον, κάν
ταῖς ἱπποτροφίαις οὐδενὸς τῶν ὄντων φειδόμενοι·
³⁸ Matth. v1, 54.
margini, quo prohibetur ne simus de crastino solli-
citi, ntqne in eo simus victuri, ac res nostras com-
paraturi : non quod reddit interpres, quemadmodum
ad diem crastinum pervenies. Sic passim Scriptura:
Patrum Grarcorutn interprete, niaximi rem momenti

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.