PG 41, col. 324

τὸν λόγον τοῦτον, καὶ κλαῦσαι. Ταύτην δὲ ἀεὶ φαίνε-
σθαι τοῖς ἄρχουσιν ἐν εὐμορφίᾳ τινὶ, καὶ ἀποσυλᾶν
τὸ ἐξ αὐτῶν σπέρμα διʼ ἡδονῆς καὶ ἐκχύσεως, ἵνα
δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους σπαρεῖσαν
αὕθις πάλιν ἀνακομίζῃ. Καὶ οὕτως ἐκ τοιαύτης ὑπο-
θέσεως τὸ τῆς αὐτοῦ αἰσχρολογίας μυστήριον τῷ
κόσμῳ ὑπεισήνεγκε. Καί τινες, ὡς ἔφην, τῶν προει-
ρημένων διὰ πολλῆς κακομηχανίας, ἃ μὴ θέμις λέ-
γειν, πῶς ἐν πολυμιξίᾳ γυναικῶν, καὶ ἐν αἰσχρο-
ποιίαις ἀνηκέστοις ἀναστρέφεσθαι ἐδίδαξαν, ὡς καῖ
που ὁ ἀγιώτατος Ἀπόστολός φησι· Τὰ γὰρ κρυφῇ
γτνόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν.
γ, Τῷ δὲ βουλομένῳ τὴν ἀντίθετον ἰδεῖν ἐκ Πνεύ-
ματος ἀγίου περὶ τῆς τούτου αἰρέσεως ἀνατροπὴν,
ἰστέον ἐστὶν ἀπὸ τῆς τοῦ ἀγίου Ἰωάννου Ἀποκαλύ-
ψεως, ὅς, γράφων μιᾷ τῶν Ἐκκλησιῶν ἐκ προσώπου
Κυρίου, τουτέστι τῷ ἐπισκόπῳ τῷ ἐκεῖσε καταστα-
θέντι, σὺν τῇ δυνάμει τοῦ ἀγίου ἀγγέλου τοῦ ἐπὶ τοῦ
θυσιαστηρίου, φησίν· Ἐχεις δέ τι καλὸν, ὅτι χι-
σεῖς τὰ ἔργα τῶν Rικολεῖτῶν, d καὶ ἐγὼ μισῶ.
Προύνικόν ⁵ τε ἄλλοι τιμῶντες τινὰ, ὡς καὶ οὗτοι,
μυθωδῶς πάλιν εἰς ταύτην τὴν ὑπόνοιαν τῆςαἰσχρουρ-
γίας τὰ ἑαυτῶν πάθη ἐπιτελοῦντές φασι· Τῆς Πρου-
νίκου τὴν δύναμιν συλλέγομεν ἀπὸ τῶν σωμάτων,
διά τε τῶν ῥευστῶν· φημὶ δὲ γονῆς καὶ καταμη-
νίων, περὶ ὦν ὀλίγῳ ὕστερον, ὅταν περὶ αὐτῶν μο-
νομερῶς λέγειν ἐπιβαλλώμεθα, κατὰ λεπτότητα ὑφη-
γήσομαι, οὐκ εἰς τὸ χρᾶναι ἀκοὰς τῶν ἀκουόντων ἢ
ἐντυγχανόντων, ἀλλʼ εἰς τὸ τοῖς συνετοῖς ἀπέχθειαν
μᾶλλον ἐργάσασθαι πρὸς αὐτοὺς, καὶ ἀποτροπὴν τῆς
τῶν κακῶν ἐργασίας, οὐ συκοφαντῶν τοὺς ἀλιτη-
ρίους, ἀλλὰ κατʼ ἀλήθειαν τὰ παρʼ αὐτῶν γινόμενα
εἰς τοὐμφανὲς θριαμβεύων. Ἐτεροι δὲ τῶν προειρη-
μένων Ἰαλδαβαὼθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι
πρῶτον υἱὸν, ὡς ἔφην, τῆς Βαρβηλώ· καὶ διὰ τοῦτό
φησι δεῖν ἄγειν αὐτῷ τὴν τιμὴν, ὅτι πολλὰ ἀπεκά-
λυψεν. Ὁθεν καὶ βιβλία τινὰ ἐξ ὀνόματος τοῦ Ἰαλδα
βαὼθ ποιητεύονται ἐκτυποῦντες, καὶ ὀνομασίας μυ-
ρίας βαρβαρικὰς ἀρχόντων, φησὶ, καὶ ἐξουσιῶν καθʼ
ἕκαστον οὐρανὸν ἐναντιουμένων τῇ τῶν ἀνθρώπων
ψυχῇ. Καὶ πολλὴ ἀπλῶς ἡ διὰ τῆς πλάνης αὐτῶν γι-
νομένη τῷ γένει τῶν ἀνθρώπων ἐπιβουλή. Ἀλλοι δὲ
τὸν Καυλαυκαὺχ ὡσαύτως δοξάζουσιν, ἄρχοντά τινσ
τοῦτον οὕτω καλοῦντες, φαντασιάζειν φιλοτιμούμενοι
τοὺς ἀπείρους διὰ τῆς τῶν ὀνομάτων ἐκπλήξεως, καὶ
ἐπιπλάστου τῆς τοῦ ὁνόματος βαρβαρωνυμίας. Τοῖς
δὲ ἐμπείροις καὶ ἐκ Θεοῦ λαβοῦσι περὶ ἐκάστης ὀνο-
μασίας καὶ ὑποθέσεως τῆς ἀληθινῆς τοῦ Θεοῦ γνώ-
σεως χάριν, πῶς οὐκ εὐθυέλεγκτα τὰ τῆς μυθώδους
αὐτῶν πλάνης διδάγματα καὶ ἐχέγγυα;
IV. Cum enim Prunicum nominant nihil ea vοx Δ. Προύνικον ἐὰν εἴπωσι (66), τὸ ὅλον ἐστὶν ἡδυ-
(66) Προύσικον γὰρ ἐὰν εἴπωσι. Προύνικος He- νητοι, γοργοὶ, μισθωτοί. Idem fere apud Suidam
sychio bajulum ac mercenarium significat. Οἱ μι- Vulgo a πρό et ἐνείκω deducunt, aut a πρό et νεῖ-
σθοῦ κομίζοντες τὰ ὡνια ἀπὸ τῆς ἀγορᾶς, οὖς τινες κος. Nam et ὑβριστήν interpretantur; itaque Phα-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.