PG 41, col. 657

γεννηθέντας παῖδας, Κάῖν τέ φημι καὶ Ἅϐελ, ἐρί-
σαι πρὸς ἀλλήλους, καὶ τὸν γεγεννημένον ἀπὸ ἰσχυ-
ρᾶς δυνάμεως πεφονευκέναι τὸν ἀπὸ τῆς ἥττονος
δυνάμεως καὶ ἀσθενεστέρας.
I". Τά δὲ αὐτὰ μυθώδη καὶ οὗτοι-παραπλέκουσι
τῇ περὶ τῶν αὐτῶν· δηλητηρίων τῆς ἀγνωσίας δόσει,
τοῖς πειθομένοις ἐπιϐουλεύοντες· Ὀτι δεῖ πάντα
ἄνθρωπον ἐαυτῷ ἑλέσθαι τὴν ἰσχυροτέραν δύναμιν,
καὶ τῆς ἥττονος καὶ ἀτόνου ἀποχωρίζεσθαι, τουτέστι
τῆς τὸν οὐρανὸν ποιησάσης, καὶ τὴνλσὰρκα, καὶ τὸν
κόσμον⁸ καὶ ὑπερϐαίνειν εἰς τὰ ἀνώτατα διὰ τῆς
Χριστοῦ σταυρώσεως. Διά γὰρ τοῦτο, φησὶν,
ἦλθεν, ἀνωθεν, ἶνα ἐν αὐτῷ ἐπιτελεσθῇ δύναμις
ισχυρὰ, κατὰ τῆς ἀσθενεστέρας δυνάμεως τὸ τρό.
παιον λαϐοῦσα, καὶ τὸ σῶμα παραδοῦσα. Kal, οί
μέν αύτῶν τοῦτο λέγουσιν, ἄλλοι δὲ ἄλλα. Οἱ μὲν
γὰρ λέγουσι, διὰ τὸ πονηρὸν εῖναι τὸν Χριστὸν,
παραδοθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰούδα, βουλόμενον δια-
στρέφειν τὰ κατά τὸν νόμον. Ἐπαινοῢσι γὰρ τὸν
Κάῖν καὶ τὸν Ἰούδαν, ὡς ἔφην, καὶ λέγουσι· τούτου
ἕνεκεν παραδέδωκεν αὑτὸν, ἐπειδὴ ἠϐούλετο κατα-
λύειν τά καλῶς δεδιδαγμένα. ’Ἄλλοι δὲ [τῶν]ἀύτῶν
ούχί φασιν, ἀλλὰ ἀγαθὸν αὐτὸν ὄντα παρέδωκε κατά
τὴν ἐπουράνιον γνῶσιν. Ἔγνωσαν γὰρ, φησὶν, οῑε
ἄρχοντες, ἴκρια ἐὰν ό Χριστδς παραδοθῇ σταυρῷ,
κενοῦται ⁸αὐτῶν ή (ἀσθενὴς) δύναμις. Καὶ τοῦτο,
φησι, γνοὺς ό Ἰούδας ἔσπευσε, καὶ πάντα ἐκίνησεν,
ὥστε παραδοῦναι αὐτὸν, ἀγαθὸν ἔργον ποιήσας ἡμῖν
εις σωτηρίαν. Καὶ δεῖ ἡμᾶς ἐπαινεῖν, καὶ ἀποδιδόναι
αὐτῷ τὸν ἔπαινον, ὄτι δι’ αὐτοῦ κατεσκευάσθη ἡμῖν
ἡ τοῦ σταυροῦ σωτηρία, καὶ ὴ διὰ ’τῆς τοιαύτης
ὑποθέσεως τῶν ἀνω ἀποκάλυψις.
Κατὰ πάντα δὲ τρόπον οὗτοι ἠπάτηνται, οὐκ ἀγα-
θόν τινα τιμῶντες ἢ ἐπαινοῦντες. Δῆλον δὲ, ὅτι ἐκ
τοῦ διαϐόλου αὐτοῖς ταῦτα ὑπέσπαρται, τὰ τῆς
ἀγνοίας λέγω καὶ ἀπάτης. Πληροῦται δὲ ἐπ’ αὐτοῖς
τὸ γεγραμμένον ο οὐαὶ τοῖς λέγουσι τὸ καλὸν
πονηρὸν, καί τὸ πονηρὸν dxi-ador ° οι τιθέντες
τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ λέγοντες
τὸ γλυκὺ πικρὸν, καὶ τὸ πικρὸν γλυκύ. Πάντη
γὰρ ἐκφωνεῖ Παλαιὰ καὶ Καινὴ Διαθήκη, τοῦ Κάῖν
τὴν ἀσέϐειαν ἐπικηρυκευομένη. Οὗτοι δὲ, τοῦ σκό-
τους ὄντες ἐρασταὶ, καὶ τῶν κακοποιῶν μιμηταὶ,
τὸν Ἀσελ μισοῦσι, τὸν δὲ Kuh" ἀγαπῶσι, καὶτῷ
Ἰούδᾳ τὸν ἔπαινον διδόασι. Φθοριμαίαν δὲ γνῶσιν
έχουσι, δύο τάττοντες δυνάμεις, ἀσθενεστέραν τε
καὶ δυνατωτέραν, ἀντιμαχομένας δὲ πρρς ἀλλή-
λας, ποιούσας δὲ ἐν τῷ κόσμῳ ού γνώμης ἀλλοίωσιν,
ἀλλά τῶν γεγενημένων, τοὺς μὲν κατά φύσιν ἀπὺη
κακίας τὴν οὐσίαν ἔχειν, τοὺς δὲ ἀπὸ ἀγαθότητος.
Οὐδένα δὲ κατὰ γνώμην ἀγαθὸν ἦ φαῦλον λέγουσιν,
ἀλλά κατὰ φύσιν.
⁸ lsa. ν. 20.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.