PG 41, col. 892

κατισχύσει κατοικητήριον ἑρπετώδους διδασκαλίας,
ἀλλά διόλλυται.
Γ¹. Φάσκουσι τοίνυν οί Ἀλογογ ταύτην γάρ αὐτοῖς
τίθημι τὴν ἐπωνυμίαν. Ἀπὸ γὰρ τῆς δεῦρο οὕτως
κληθήσονται · καὶ οὕτως, ἀγαπητοὶ, ἐπιθῶμεν αὑ-
τοῖς ὄνομα , τουτέστιν Ἀλογοι. Είχον γὰρ τὴν αἶρε-
σιν καλου μένην, ἀποϐάλλουσαν Ἰωάννου τὰς βίϐλους.
Ἐπεὶ οὖν τὸν Λόγον ού δέχονται τὸν παρά Ἰωάννου
κεκηρυγμένον, Ἀλογοι κληθήσονται. ’Λλλότριοι τοί-
νυν παντάπασιν ὑπάρχοντες τοῦ κηρύγματος τῆς
ἀληθείας, ἀρνοῦνται τὸ καθαρὸν τοῦ κηρύγματος,
καὶ οὔτε τὸ τοῦ Ἰωάννου Εὑαγγέλιον δέχονται, οὔτε
τὴν αὐτοῦ Ἀποκάλυψιν. Καὶ εί μὲν ἐδέχοντο τὸ
Εὐαγγέλιον (15) , τὴν δὲ Ἀποκάλυψιν ἀπεϐἀλλοντο,
ἐλέγομεν ἃν, μὴ πῆ ἀρα κατά ἀκριϐολογίαν τοῦτο
ποιοῦνται, ἀπόκρυφον μὴ δεχόμενοι, διὰ τὰ ὲντῇ
Ἀποκαλύψει βαθέως καὶ σκοτεινῶς εἰρημένα · ὁπότε
δὲ οὐ δέχονται· φύσει τά βιϐλία τὰ ἀπὸ τοῦ ἁγίου
Ἰωάννου κεκηρυγμένα , παντί τῳ δῆλον εἴη. ὅτι
οῦτοί είσι καὶ οἱ ὅμοιοι τούτοις, περὶ ὧν sine”
ἅγιος Ἰωάννης ὲν ταῖς καθολικαῖς Ἐπιστολαῖς, ὅτι
Ἐσχάτη ὥρα ἐστὶ, καὶ ἠκούσατε, ὅτι Ἀπ’χρι-
στος ἔρχεταιι καί νῦν ἰδοὺ ἀντίχριστοι πολλῶν
καὶ τά ἑξῆς. Προφασίζονται γάρ οὗτοι, αἰσχυνόμενοι
ἀντιλέγειν τῷ ἁγίῳ Ἰωάννῃ διὰ τὸ είδέναι αὐτοὺς
καὶ αὐτὸν ὲν ἀριθμῷ τῶν ἀποστόλων ὄντα, καὶ ἠγα-
πημένον ὑπὸ τοῦ Κυρίου ο ὃς ἀξίως τὰ μυστήρια
ἀπεκάλυψε , καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀνέπεσε. Καὶ
ἑτέρως αὐτὰ ἀνατρέπειν πειρῶνται. Λέγουσι γὰρ
μὴ εἶναι αύτά Ἰωάννου , ἀλλά Κηρίνθου · καὶ οὐκ
ἄξια αύτά φασιν εἶναι ὲν Ἐκκλησία.
Δ’. Καὶ ἀπ’ αὐτῆς τῆς ἐπιϐολῆς εὐθὺς ἐλέγχονται.
μήτε ἀ λέγουσιν νοοῦντες, μήτε περὶ τίνων διαϐιο
ϐαιοῦνται. Πῶς γάρ ἔσται Κηρίνθου τὰ κατά K1392“)-
θου λέγοντας Κήρινθος γάρ πρόσφατον καὶ om»
τὸν Χριστὸν ἔχει ἄνθρωπον. '0 δὲ Ἰωάννης ἀεὶ liv-
τα τδν Λόγον κεκήρυχε, καὶ ἀνωθεν ἥκοντα , καὶ
σαρκωθέντα. ’Λπ’ αὐτῆς τοίνυν τῆς είσϐολῆς ἐλήλετ·
κται ἡ τούτων ματαιοσυκοφαντία μωρία τις οὖσαν
καὶ μὴ νοοῦσα πόθεν διελέγχεται. Δοκοῦσι γὰρ καὶ
αὐτοὶ τὰ ίσα ἡμῖν πιστεύειν· μὴ κατέχοντες δὲ τὲ
ἀσφαλῆ τοῦ ὲκ Θεοῦ οίκονομηθέντος ἡμῖν διὰ τοῦ
ἀγίου Ἰωάννου κηρύγματος, εὑρεθήσονται διελεγ-
χόμενοι ὲν οἷς ἀγνοοῦσι, πῶς κατά τὴν τῆς ἀληθείας
ἐπαίρονται γνῶσιν. Καὶ ὲάν γε θελήσωσιν ἀνανῆψαιῖ
καὶ κατανοῆσαι, γνώσονται. Ἡμεῖς γὰρ τὰς ἀπὸ τοο
ἁγίου Πνεύματος διδασκαλίας ἀξιολόγως καὶ ila”
λισμένως ού-σας οὐκ ἀποϐάλοιμείν.-Φάσκουσι γάρ
ἑαυτῶν , ού γὰρ εἴποιμι κατά’τῆς ἀληθείας, ὅτιού
συμφωνεῖ τὰ αὐτοῦ βιϐλία τοῖς λοιποῖς ἀποστόλοις-
Ka‘t δοκοῦσι λοιπὸν ⁷ἐπιλαμϐάνεσθαι τῆς ἁγίαςμώ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.