PG 44, col. 1197

εις πειρασμὸν (τουτέστιν, είς τὰ τοῦ βίου κακὰ),
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, τοῦ ὲν τῷ
κόσμῳ τούτῳ τὴν ἰσχὺν κεκτημένου, οὗ ῥυσθείημεν
χάριτι τοῦ Χριστοῦ, ὄτι αὐτῷ ή δύναμις καὶ ἡ δόξα,
ἅμα τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ,
καὶ είς τοὺς αἰῶνας τῶν αίώνων. Ἀμήν.
m*m
ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ
,ΕΙΣ ΤΟΥΣ ΜΑΚΑΡΙΣΜΟΥΣ.
S. GREGOBII NYSSENI
DE BEATITUDINIBUS.
ιιι-ν
ΛΟΓΟΣ A'.
Ἰδὼν δὲ τοὺς ὄχλους, ἀνέϐη εἰς τὸ ὄρος· καὶ
καθίσαντος αὐτοῦ, προσῆλθον αὑτῷ οὶίμαθηταὶ
αὐτοῦ- καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν
αὐτοὺς, λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύο
ματι, ὅτι αὐτῶν ἐστιν ἠ ,βασιλεία τῶν οὐρανῶν.
Τίς ἄρα τοιοῦτός ἐστιν ὲν τοῖς συνειλεγμένοις, ὡς
μαθητής τε εἶναι τοῦ Λόγου ; ml συναναϐῆναι αὐτῷ
χαμόθεν, ἀπὸ τῶν κοίλων τε καὶ ταπεινῶν νοημάτων,
εἰς τὸ πνευματικὸν ὅρος τῆς ὑψηλῆς θεωρίαςς Ὃ πᾶ-
σαν μὲν σκιὰν τὴν ἐκ τῶν ύπερανεστηκὸτων τῆς κα-
κίας γεωλόφων ἐκπέφευγεν, ἁπανταχόθεν δὲ τῇ τοῦ
ἀληθινοῦ φωτὸς ἀκτῖνι περιλαμπόμενον, ἐν καθαρᾷ τῇ
τῆς ἀληθείας αἰθρίᾳ πάντα δίδωσιν ἐκ περιωπῆς καθ-
ορᾷν, ὅσα τοῖς ἐν τῷ κοίλῳ καθειργμένοις ἐστὶν ἀθέατα.
Τὰ δὲ ἀπὸ τοῦ ὕψους τούτου κατοπτευόμενα, οἷα καὶ
ὅσα ἐστὶν, αὐτὸς ὁ Θεὸς Λόγος, μακαρίζων τοὺς συν-
ἀναϐάντας αὐτῷ διεξέρχεται, οἷον δακτύλῳ τινὶ δει-
κνὺς, ἔνθεν μὲν τὴν τῶν οὐρανῶν βασιλείαν, ἐτέρω-
θεν δὲ, τῆς ἂνω γῆς τὴν κληρονομίαν· εἶτα ἔλεον,
καὶ δικαιοσύνην, καὶ παράκλησιν, καὶ τὴν πρὸς τὸν
Θεὸν τῶν ὅλων γινομένην συγγένειαν· καὶ τὸν ὲκ τῶν
διωγμῶν καρπὸν, ὅ ἐστι τὸ σύνοικον Θεοῦ γενέσθαι’
καὶ ὃσα ἄλλα πάρεστι πρὸς τούτοις βλέπειν, ἄνωθεν
ἐκ τοῦ ὅρους δακτυλώεικτοῦντος τοῦ Λόγου, ὲκ τῆς
⁸⁷ Matth. ν. 1 sqq. ·
Ps'rnOL. Gn. XLlV.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.