PG 44, col. 1204

ταπεινοφροσύνης ὀδὸν καταστήσωμεν. Πόθεν οὖν ἄν
τις μᾶλλον ἐπιδείξειε τοῦ τύφου τὸ μάταιον; Πόθεν
ἄλλοθεν, ἢ ἐκ τοῦ δεῖξαι τὴν φύσιν, ἤτις ἐστίν; Ὁ
γὰρ πρὸς ἐαυτὸν, καὶ μὴ τὰ περὶ αὐτὸν βλέπων, οὐκ
ἂν εὐλόγως εἰς τὸ τοιοῦτον ἐμπέσοι πάθος. Τί.οὖν
ἐστιν ἄνθρωπος; Bούλει τὸν σεμνότερον καὶ τιμιώτε-
ρον εἴπω τῶν λόγων; Ἀλλʼ ὁ κοσμῶν τὰ ἡμέτερα, καὶ
πρὸς τὸ κομπωδέστερον διασκευάζων τὴν ἀνθρωπίνην
εὐγένειαν, ἐκ πηλοῦ γενεαλογεῖ τὴν φύσιν· καὶ ἡ
εὐγένεια, καὶ ἡ σεμνότης τοῦ ὑπερηφάνου, τὸ συγγε-
νὲς πρὸς τὴν πλίνθον ἔχει. Εἰ δὲ τὴν προσεχῆ τε καὶ
πρόχειρον τῆς γενέσεως εἰπεῖν ἐθέλοις, ἄπαγε, μὴ
φθέγξῃ περὶ τούτου· μὴ γρύξῃς. μὴ ἀνακαλύψῃς.
καθώς φησιν ὁ νόμος ἀσχημοσύνην πατρὸς καὶ μη-
τρός σου· μὴ δημοσιεύσῃς τῷ λόγῳ τὰ λήθης ἄξια
καὶ βαθείας σιγῆς. Εἶτα οὐκ ἐρυθριᾷς, ὁ γήῖνος ἀν-
δριὰς, ὁ μετʼ ὀλίγον κόνις, ὁ πομφόλυγος δίκην ὡκύ-
μορον ἐν σεαυτῷ περιέχων τὸ φύσημα, πλήρηςὑπερ-
ηφανίας γινόμενος, καὶ περιφλεγμαίνων τῷ τύφῳ,
καὶ τῷ ματαίῳ φρονήματι ἐξογκῶν τὴν διάνοιαν.
Οὐχ ὁρᾷς εἰς ἀμφότερα τῆς ζωῆς τοῦ ἀνθρώπου τὰ
πέρατα, καὶ ὅπως ἄρχεται, καὶ εἰς δ τι λήγει; Ἀλλὰ
γαυριᾷς τῇ νεότητι, καὶ πρὸς τὸ ἄνθος τῆς ἡλικίας
βλέπεις, καὶ ἐγκαλλωπίζῃ τῇ ὥρᾳ, ὅτι σοι ὑπερσφρι-
γῶσιν αἱ χεῖρες πρὸς κίνησιν, καὶ κοῦφοι πρὸς τὸ
ἅλμα οἱ πόδες, καὶ περισοβεῖ ταῖς αὕραις ὁ βόστρυ-
χος, καὶ τὴν παρειὰν ὑπογράφει ὁ ἰουλος, καὶ ὅτι σοι
ἡ ἐσθὴς τῇ βαφῇ τῆς πορφύρας ὑπερανθίζεται, καὶ
πεποίκιλταί σοι τὰ ἐκ σῆρῶν ὑφάσματα, πολέμοις ἢ
θήραις, ἢ τισιν ἱστορίαις πεποικιλμένα, ἢ τάχα καὶ
πρὸς τὰ πέδιλα βλέπεις ἐπιμελῶς ἐν τῷ μέλανι στίλ-
βοντα, καὶ περιέργως ταῖς ἀπὸ τῶν ῥαφίδων γραμμ-
μαῖς ἐπιτέρποντα; Πρὸς ταῦτα βλέπεις, πρὸς δὲ
σεαυτὸν οὐχ ὀρᾷς; Δείξω σοι ὥσπερ ἐν κατόπτρῳ, τίς
Οὐκ εἶδες ἐν πολυανδρίῳ τὰ τῆς φύσεως ἡμῶν μυ-
στήρια; οὐκ εἶδες τὴν ἐπάλληλον τῶν ὁστέων σω-
ρείαν; κρανία σαρκῶν γεγυμνωμένα, φόβερόν τι καὶ
εἰδεχθὲς ἐν διακένοις δεδορκότα τοῖς ὄμμασιν; Εἶδες
στόματα σεσηρότα, καὶ τὰ λοιπὰ τῶν μελῶν πρὸς τὸ
συμβὰν πεφορημένα; Εἰ ἐκεῖνα εἶδες,σεαυτὸν ἐν ἐκεί-
νοις τεθέασαι. Ποῦ τοῦ παρόντος ἄνθους τὰ σύμβολα;
ποῦ ἡεὔχροιατῆς παρειᾶς; ποῦτὸ ἐπὶτοῦ χείλους ἄν-
θοςς; ποῦτὸ βλοσυρὸν ἐντοῖςὄμμασικάλλοςτῇπεριβολῇ
τῶν ὀφρύων ὑπολαμπόμενον; ποῦ ἡ εὐθεῖα ῥὶς, ἡτῶ
κάλλει τῶν παρειῶν μεσιτεύουσα; ποῦ αἱ ἐπαυχένιοι
κόμαι; ποῦ οἱπερικροτάφιοι βόστρυχοι; ποῦ αἱ τοξαζό
μεναιχεῖρες; οἰἱππαζόμενοι πόδες;ἡπορφύρα;ἡ βύσ-
σος; ἡ χλανίς; ἡ ζώνη; τὰ πέδιλα; ὁ ἴππος; ὁ δρό-
μος; τὸ φρύαγμα; πάντα, διʼ ὧν σοι νῦν ὁ τῦφος
αὕξεται; Ποῦ ταῦτα ἐν ἐκείνοις, εἰπὲ, ὑπὲρ ὧν νῦν
ἐπαίρῃ καὶ μεγαλοφρονεῖς; Ποῖον οὕτως ἀνυπόστατον.
ὅναρ, Ποῖα τοιαῦτα ἐξ ὕπνου φαντάσματα; Τίς οὗτως

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.