PG 44, col. 1325

καὶ ὲν τῷ πρὸς Ῥωμαίους μέμνηται λόγῳ, είπὼν ,
ὅτι Ei γὰρ ἐχθροί ὄντες κατηλλάγημεν τῷ Θεῷ.
Τὴν γὰρ ἐνταῦθα ὑποταγὴν ἐκεῖ καταλλαγὴν ὀνομά-
ζει , ἓν νόημαδι’έκατέρου τῶν ὀνομάτων ἐνδειξάμε-
νος τὴν σωτηρίαν. Ὠς γὰρ ἐκ τῆς ὑποταγῆς τὸ σω-
θῆναι προσγίνεται, οὑτω καὶ ἐν ἑτέρῳ φησὶν , ὅτι
Καταλλιιγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.
Τοὺς μὲν οὖν τοιούτους ἐχθροὺς ὑποτάσσεσθαι λέγει
τῷ Θεῷ καὶ [Ιατρλ⁵ , τὸν δὲ θάνατον , καὶ τὴν περὶ
αὑτὸν ἀρχὴν μηκέτι ἔσεσθαι. Τοῦτο γάρ ἐνδείκνυται
ἠ τοῦ Καταργηθήσεται λέξις ⁸ ὡς διὰ τούτου γενέ-
σθαι δῆλον , ὅτι τῶν μὲν κακῶν ὴ δυναστεία είς τὸ
παντελὲς έξαρθήσεται · οἱ δὲ διὰ τῆς παρακοῆς ἐχθροὶ
τοῦ Θεοῦ κληθέντες , οὗτοι διά τῆς ὑποταγῆς φίλοι
τοῦ Κυρίου γενήσονται, ὅταν πεισθῶσι τῷ λέγοντι,
ὃτι Ὺ πὲρ Χριστοῦ πρεσϐεύομεν, ὡς τοῦ Θεοῦ πα-
ρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ,
καταλλάγητε τῷ Θεῷ · καὶ κατὰ τὴν γενομένην ὲν
τῷ Εὑαγγελίῳ ὑπόσχεσιν, οὐκέτι ὲν τοῖς δούλοις ὑπὸ
τοῦ Κυρίου , ἀλλ’ ὲν τοῖς φίλοις καταλλαγέντες ἀρι-
θμηθήσονται. Τὸ δὲ , Δεῖ γὰρ αὑτὸν βασιλεύειν,
. ἕως ἂν· θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὑτοῦ,
εὐσεϐῶς , ὡς οἶμαι, παραδεξόμεθα , τὸ ἀριστεύειν
αὑτὸν διὰ τοῦ βασιλεύειν νοήσαντες. Τότε γὰρ παύε-
ται τῆς ἀριστείας ὁ δυνατὸς ὲν πολέμῳ , ὅταν ἀφανι-
σθῇ πᾶν τὸ τῷ ἀγαθῷ ἀντικείμενον, ὅταν πᾶσαν τὴν
ἑαυτοῦ βασιλείαν συναγαγὼν προσαγάγῃ τῷ Θεῷ κα)⁸
Πατρὶ , πρὸς ἑαυτὸν ἑνώσας τά πάντα. Τὸ γὰρ πα-
ραδοῦναι αὑτὸν τῷ Πατρὶ τὴν βασιλείαν, ταύτόν ἐστι
κατὰ τὴν διάνοιαν τῷ παραγαγεῖν τοὺς πάντας τῷ
Θεῷ , δι’ οῦ ἔχομεν τὴν πρὸς τὸν Πατέρα ³⁸. Πάντων
τοίνυν τῶν ποτε ἐχθρῶν ὑποπόδιον τῶν ποδῶν τοῦ
Θεοῦ γενομένων ὲν τῷ δέξασθαι τὸ θεῖον [χνος ὲν
ἑαυτοῖς, καὶ τοῦ θανάτου καταργηθέντος (μὴ γὰρ
ὄντων τῶν ἀποθνησκόντων, οὑδὲ ό θάνατος ἔσται πάν-
τως), τότε ὲν τῇ πάντων ἡμῶν ὑποταγῇ, ἥτις οὑχὶ
δουλικὴ νοεῖται ταπεινότης, ἀλλά βασιλεία καὶ ἀφθαρ-
σία, καὶ⁸ μακαριότης , ό ὲν ἡμῖν ζῶν ὑποταγήσεσθαι
τῷ Θεῷ παρά τοῦ Παύλου λέγεται, ό τὸ ἀγαθὸν ήμῶν
δι’ ἑαυτοῦ τελειῶν, καὶ ποιῶν ἐαυτῷ ἐν ἡμῖν τὸ εὑά-
ρεστον. Ταῦτα κατά τὸ μέτρον τῆς διανοίας ήμῶν,
ὲκ τῆς μεγάλης τοῦ Παύλου σοφίας, ὅσον ἐχωροῦμεν,
ἐν τῷ μέρει τούτῳ κατενοήσαμεν, δεῖξαι βουλόμενοι
τῷ [τὸ] μὴ ἐπεσκέφθαι τοὺς τῶν αἰρετικῶν δογμάτων
προστάτας τὸν τοῦ ’Δποστόλου σκοπὸν, πρὸς ὃν βλέ-
πων τὸν παρόντα λόγον πεποίηται. Εἰ μὲν οὑν αὑτάρ-
κης σοι γέγονεν ἡ ἐπὶ τῷ ζητήματι τούτῳ πληροφο-
ρία διά τῶν είρημένων, εἰς τὸν Θεὸν ἀνακτέον τὴν
χάριν. Ei δέ τι καὶ λιπεῖν σοι φαίνοιτο, δεξόμεθα ἐν
προθυμίᾳ λείποντος ἀναπλήρωσιν, εἴπερ ἡμῖν παρὰ
σοῦ τε γνωρισθείη διὰ τοῦ γράμματος , καὶ παρὰ
τοῦ ἁγίου Πνεύματος φανερωθείη διὰ τῶν εὐχῶν ἡ μῶν
ἡ τῶν κρυφίων φανέρωσις.
³³ Rom. v,10. ³⁵ Ibid. ³⁸ II Cor. v, ς90.
ν Γ

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.