PG 44, col. 776

παραλαμϐάνεται· ὥστε τι μέγα καὶτῆς περὶ αὑτοῦ
δόξης ἐπάξιον ὲλπισθῆναι διὰ τοῦ βιϐλίου τούτου τοῖς
ἐντυγχάνουσιν. ’Ὠσπερ δὲ κατὰ τὴν γραφικὴν ἐπιστή-
μην ὖλη μέν τίς ἐστι πάντως ὲν διαφόροις βαφαῖς ὴ
συμπληροῦσα τοῦ ζὼου τὴν μίμησιν ο ὁ δὲ πρὸς τὴν
εἰκόνα βλέπων, τὴν ὲκ τῆς τέχνης διὰ τῶν χρωμάτων
συ μπλη ρωθείσαν, οὐ ταῖς ὲπιχρωσθείσαις τῷ πίνακι
βαφαῖς ἐμφιλοχωρεῖ τῷ θεάματι* άλλὰ πρὸς τὸ εἶδος
βλέπει μόνον, ὃδιὰ τῶν χρωμάτων ὁ τεχνίτης ἀνέδει-
ν · aii-rw προσήκει καίνὲπὶ τῆς παρούσης Γραφῆς.
μὴ πρὸς τὴν ὓλην τὴν ὲν τοῖς ῥήμασι χρωμάτων βλέ-
πειν· ἀλλά καθάπερ τι βασιλείας εἶδος ὲν αὐτοῖς καθέ
ορᾷν τὸ διὰ τῶν καθαρῶν νοημάτων ἁνατυπούμειην.
Λευκὸν γάρ, ἦ ὠχρὸν, ἢ μέλαν,ῆ ἐρυθρὸν, ἢ κυάνεον,
ἢ ἄλλο τι χρῶμά ἐστι τὰ ῥήματα ταῦτα κατὰ τὰς
προχείρους ἐμφάσεις, στόμα, καὶ φίλημα, καὶ μύρον,
καὶ οἶνος, καὶ τά τῶν μελῶν ὀνόματα, καὶ κλίνη, καὶ
νεάνιδες, καὶ τὰ τοιαῦτα. Ἢ δὲ διὰ τούτων ἁποτελου- γ
μένη μορφὴ.» μακαριότης ἐστὶ καὶ ἀπάθεια, καὶ η
πρὸς τὸ Θείον συνάφεια, καὶ ἡ τῶν κακῶν ἁλλοτρίωσις,
καὶ ἡ πρὸς τὸ ὅντως καλὸν καὶ ἀγαθὸν ἐξομοίωσις.
Ταῦτά ἐστι τά νοήματα τὰ μαρτυροῦντα τῷ Σολο- 3
μῶντι τὴν σοφίαν ἐκείνην τὴν ὑπερϐαίνουσαν τοὺς
υς τῆς ἀνθρωπίνης σοφίας. Τί γὰρ ἂν γένοιτο τούἀ
του παραδοξότερον, ἢ τὸ αὐτὴν ποιῆσαι τὴν φύσιν τῶν
ἰδίων παθημάτων καθάρσιον, διὰ τῶν νομιζομένων
ἐμπαθῶν ῥημάτων τὴν ἀπάθειαν νομοθετοῦσαν καὶ
παιδεύουσαν; Οὐ γὰρ λέγει τὸ, δεῖν ’ἔξω τῶν τῆς cap.
κὸς γενέσθαι παθητικῶν κινημάτων, καὶ νεκροῦντα
τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ καθαρεύειν ἀπὸ τῶν ἑμ-
παθῶν ῥημάτων τῷ στόματι· ἀλλ’ οὓτω διέθηκε τὴν
ψυχὴν, ὡς διὰ τῶν άπεμςραίνειν δοκούντων πρὸς τὴν
καθαρότητα βλέπειν, καὶ⁵ διὰ τῶν ὲμπαθῶν ῥήσεων,
τὴν ἀκήρατον ἑρμηνεύων διάνοιαν. Ἓν μὲν δὴ τοῦτο
διὰ τῶν προοιμίων ἡμᾶς παιδευσάτω ὁ λόγος, τὸ μη-
κέτι ἀνθρώπους εἶναι, τοὺς ἐπὶ τά ἄδυτα τῶν τοῦ βιά
ϐλίου τούτου μυστηρίων εἰσαγομένους, ἀλλὰ μεταποιηο
θῆναι τῇ φύσει διὰ τῆς τοῦ Χριστοῦ μαθητείας πρὸς
τὸ θειότερον ο καθὼς μαρτυρεῖ τοῖς ἑαυτοῦ μαθηταῖς
ὁ Λόγος, ὅτι κρείττους ἦσανηῆ κατὰ ἄνθρωπον, οὒς
διέκρινεν ἀπὸ τῶν ἀνθρώπων ἡ γενομένη πρὸς αὐτοὺς
παρὰ τοῦ Κυρίου διαστολὴ, ὅτε φησί ° Τίνα με.λέ-
γουσιν οἱ ἄνθρωποι εἶναι ; Ὑμεῖς δὲ τείν-α με λέ-
rete sTraz; άληθῶς γὰρ ὡς διὰ τῶν τοιούτων ῥημά-
των, ὧν ἡ πρόχειρος ἔμφασις τὰς σαρκώδεις ἡδυπα-
θείας ὲνδείκνυνται.’μὴ κατολισθαίνων είς τὴν ῥυπῶς
ι σαν διάνοιαν, ἀλλὰ πρὸς τὴν τῶν θείων φιλοσοφίαν
ἐπὶ τὰς καθαρὰς ἐννοίας, διὰ τῶν ῥημάτων τούτων
χειραγωγούμενος δείκνυσιτὸ μηκέτι ἄνθρωπος εἶναι,
μηδὲ σαρκὶ καὶ αἵματι συμμεμιγμένην τὴν φύσιν
ἔχειν · ἀλλὰ τὴν ἐλπιζομένην τῇ ἀναστάσει τῶν ἁγίων

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.