PG 45, col. 1328

κατα (15)... μένος καὶ καταφρονητὴς, ὲπειδάν ἀπο-
θρασύνηταί τι κατὰ τῆς δόξης τοῦ Πνεύματος, διὰ
τῆς αὐτῆς ἀκολουθίας ἐπὶ τὸν Πατέρα διὰ τοῦ Υἱοῦ
τὴν βλασφημίαν ἐξέτεινε. Οὐκοῦν φοὸητέον τοῖς γε
νοῦν έχουσι, μὴ κατατολμᾷν τῆς τοιαύτης θρασύτη-
τος, ἦς τὸ πέρας παντελής ἐστιν ἀφανισμδς τοῦ τολ-
μήσαντος· ἀλλ’ ὅση δύναμις, ὑψοῦν μὲν τῷ λόγῳ τὸ
Πνεῦμα, ὑψοῦν δὲ καὶ πρὸ τοῦ λόγου κατά διάνοιανο
οὐ γὰρ δυνατόν ἑστι συναναὸἧναι τῇ διανοίᾳ τὸν λό-.
γον. Καὶ ἐπειδὰν ἑπί τὸ ἀκρότατον φθάσης τῆς ἀν-
θρωπίνης δυνάμεως, είς ὅσον ὁ ἀνθρώπινος νοῦς
ἐξικνεῖται ῦψος καὶ μέγεθος νοημάτων, τότε νόμιζε
κάτω εἶναι τῆς ἐπιϐαλλούσης ἀξίας, κατά τὸ εἰρημέον
εον ἑν τῇ ψαλμῳδία, ὅτι Μετά τὸ ὑψῶσαι Κύριον τὸν
Θεὸν ἡμῶν, τότε μόγις προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν
ποδῶν αὐτοῦ · τό τε αἴτιον τῆς ἀκαταλήπτου ἀξίας
οὐδὲν ἄλλο φησὶν, ἢ ὅτι ἅγιός ἑστιν.
κα’. Εἰ οῦν πᾶν ὕψωμα δυνάμεως ἀνθρωπίνης κάτω
τῆς μεγαλοπρεπείας τοῦ προσκυνουμένου ἑστί (τοῦτο
γὰρ ὁ λόγος διὰ τοῦ ὑποποδίου τῶν ποδῶν ὑπαινίσσεο
ται), τίς ἡ ματαιότης τῶν οἰομένων ἔχειν τινὰ δύναο
μιν ἑν ἑαυτοῖς τοσαύτην, ὥστε ἐπ’ αὐτοῖς εἶναιτὸ κατ’
ἀξίαν τῆς τιμῆς ὁρίζειν τῇ ἀτιμήτῳ φύσει, καὶ διὰ
τοῦτο, καί τινων τῶν είς τιμὴν ἑπινοουμένων ἀνάξιον
κρίνειν τὸ Πνεῦμα τὸ ἅγιον, ὼς τῆς δυνάμεως αὐτῶν
μείζονα δυναμένης, ἢ ὅσον χωρεί ἡ ἀξία τοῦ Πνεύ-
ματος; Ὠ τῆς ἐλεεινῆς αὐτῶν καὶ ταλαιπώρου παραο
⁰⁴ πληξίας, τῶν μὴ συνιέντων αύτοί τε τίνες εἰσὶν ο
ταῦτα διαλεγόμενοι, καὶ τί τὸ Πνεῦμα τὸ ἅγιον, ᾧ δι’
ὑπερηφανίας ἑαυτοὺς ἀντεξάγουσιί Τίς εἴποι τοῖσδε
λαοῖς ὅτι ἄνθρωποί εἱσι πνεῦμα πορευόμενον καὶ οὐκ
ἐπιστρέφον, ὲν μήτρᾳ γυναικὸς διὰ ρυπαρᾶς συλλή-
ψεως οἰκοδομούμενοι, καὶ εἰς γῆν ρυπαράν πάντες
ἀναλυόμενοι, χόρτῳ προσεικασμένην τὴν ζωὴν λα-
χόντες. οἳ ἐπ’ ὀλίγον διὰ τῆς βιωτικῆς ἀπάτης ἀνθή-
σαντες, πάλιν ἀποξηραίνονται, καὶ τὺ ἄνθος περὶ αύ-
τοὺς καταρρυὲν ἀφανίζεται, οὔτε τί ὅντες πρὸ τῆς
γενέσεως, καὶ εἰς ὅ τι μεταχωρὴσουσιν, οὐκ ἀκριϐῶς
ἐπιστάμενοι, τῆς ψυχῆς τὴν ἰδίαν λῆξιν, ἑως ἂν ἑπι-
μένῃ τῇ σαρκὶ, ἀγνοούσης ; Ταῦτα οἰ ἅνθρωποι.
κβ’. Τὸ δὲ Πνεῦμα τὸ ἀγιον πρῶτον μὲν ἀπὸ τῶν κατά
φύσιν ἁγίων ὲκεῖνό ἑστιν ὅπερ ό Πατὴρ κατὰ φύσιν
ἅγιος, καὶ ό Μονογενὴς ὡσαύτως. Οῦτω καὶ τὸ Πνεῦμα
τὸ ἀγιον καὶ κατά τὸ ζωοποιὺν πάλιν, καί κατά τὸ ἀφ-
θαρτόν τε καὶ ἀναλλοίωτον, καί ἀΐδιον, δίκαιον, σοφὸν,
εὑθὲς, ἡγεμονικὸν, ἀγαθὸν, δυνατὸν, ἀγαθῶν πάντων
παρεκτικὸν, καὶ πρό γε ἁπάντων αὐτῆς τῆς ζωῆς·
πανταχοῦ ὃν, καὶ ἑκάστῳ παρὸν, καί τὴν γῆν πληροῦν,
καὶ ἑν οὐρανοῖς μένον, ἑν ταῖς ύπε ρκοσμίοις δυνάμεσιν
ἐκχεόμενον, πάντα πληροῦν κατὰ τὴν ἀξίαν ἑκάστου,
καὶ αὐτὸς πλῆρες μένον, μετά πάντων ὃν τῶν ἀξίων,
καὶ τῆς ἁγίας Τριάδος οὐ χωριζόμενον. Ἀεὶ τὰ βάθη
τοῦ Θεοῦ ἐρευνᾷ, ἀεὶ ὲκ τοῦ Υίοῦ λαμϐάνει, καὶ ἀπο-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.