PG 45, col. 15

In inglese: The Great Catechism 2

δυνάμεως ὲν τῇ καθ’ ἡμᾶς θεωροῦντες φύσει. Ἀλλ’
ἐφ’ήμῶν μὲν τὸ ’πνεῦμα,ἡ τοῦ ἀέρος ἐστὶν ὁλκὴ,
ἀλλοτρίου πράγματος, πρὸς τὴν τοῦ σώματος σύστα-
σιν ἀναγκαίως εἰσελκομένου τε καὶ προχεομένου, ὅπερ
ἐν τῷ καιρῷ τῆς ὲκᾳωνήσεως τοῦ λόγου, φωνὴ γίνε-
ται,τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φανεροῦσα. Ἐπὶ
δὲ τῆς θείας φύσεως τὺ μὲν εἶναι Πνεῦμα Θεοῦ, εὑ-
σεὸὲς ἐνομίσθη , καθὼς ἐδόθη καὶ Λόγος εἶναι Θεοῦ,
διὰ εδ μὴ δεῖν ὲλλειπέστερον τοῦ ἡμετέρου λόγου τὸν
τοῦ Θεοῦ εἶναι Λόγον · εἴπερ τούτου μετὰ τοῦ πνεύ-
ματος θεωρουμένου, ἐκεῖνος δίχα πνεύματος εἶναι
πιστεύοιτο. υύ μὴν ἀλλότριον καθ’ ὁμοιότητα τοῦ
ἡμετέρου πνεύματος ἔξωθεν ἐπεισρεῖν τῷ Θεῷ. καὶ
ὲν αὐτῷ γίνεσθαι τὸ Πνεῦμα, θεοπρεπὲς ἐστιν οἴεσθαι,
Ἀλλ’ ὡς Θεοῦ Λόγον ἀκούσαντες, οὐκ ἀνυπόστατόν τι
πρᾶγμα τὸν Λόγον ᾠήθημεν, οὐδὲ ὲκ μαθήσεως ὲγ-
γιγνόμενον, οὐδὲ διὰ φωνῆς προφερόμενον, οὐδὲ μετὰ
τὺ προενεχθῆυαι διαλυόμενον, οὐδὲ ἄλλο τι πάσχοντα
τοιοῦτον,οἷα περὶ τὸν ἡμέτερον λόγον θεωρεῖται πάθη,
ἀλλ’ οίιςιωδὼς ὑφεστῶτα, προαιρετικὸν τε καὶ ἐνερ-
τὸν καὶ παντοδύναμον· οὓτω καὶ Πνεῦμα μεμαθη-
κότες Θεοῦ, τὸ συμπαρομαρτοῦν τῷ Λόγῳ, καὶ φανε-
ροῦν αὺτοῦ τὴν ἐνέργειαν, οὐ πνοὴν ἄσθματος ἐννοοῦ-
μεν. Ἦ γὰρ ἄν καθαιροῖτο πρὸς ταπεινότητα τὸ με-
γαλεῖον τῆς θείας δυνάμεως , εί καθ’ ὁμοιότητα τοῦ
ἡμετέρου, καὶ τὸ ὲν αὑτῷ Πνεῦμα ὑπονοοῖτο · ἀλλὰ
δύναμιν οῦσιώδη αὐτὴν ἐφ’ ἑαυτῆς ὲν ἰδιαζούση ὐπο-
στάσει θεωρουμένην, οῦτε χωρισθῆναι τοῦ Θεοῦ ὲν
ᾢὲοτιν, ἢ τοῦ Λόγου τοῦ Θεοῦ ᾧ παρομαρτεῖ δυνα-
μένην , οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ
καθ’όμοιότητα τοῦ Θεοῦ Λόγου καθ’ ὑπόστασιν οὖσαν
προαιρετικὴν, αὐτοκίνητω), ἐνεργὸν, πάντοτε τὸ ἁγα-
θὸν αἱρουμένην, καὶ. πρὸς πᾶσαν πρόθεσιν σύνδρομον
ἔχουσα [ν] τῇ βουλήσει τὴν δύναμιν.
ΚΕΦΛΛ. I".
Ὥστε τὸν ἀκριϐῶς ’ρὰ βάθη τοῦ μυστηρίου διασκο-
πούμενον, ἐν μὲν τῇ ψυχῇ κατὰ τὸ ἀπόρρητον με-
τρίαν τινὰ κατανόησιν τῆς κατὰ τὴν θεογνωσίαν διδα-
σκα).ία; λαϐεῖν, μὴ μέντοι δύνασθαι λόγῳ διασαφῆσα
τὴν ἀνέκφραστον ταύτην τοῦ μυστηρίου βαθύτητα ·
πῶς τὸ αὐτὸ καὶ ἀριθμητόν ἐστι , καὶ διαφεύγει τὴν
ἐξαρίθμησιν, καὶ διῃρημένως ὁρᾶται, καὶ ἐν μονάδι
καταλαμϐάνεται, καὶ διακέκριται τῇ ὑποστάσει, καὶ
οὗ μεμέρισται τῷ ὑποκειμένῳ, manu πάλιν ἐκεῖ-
νο,οὖ καὶ ὁ Λόγος ἐστὶ καὶ τὸ Πνεῦμα. Ἀλλ’ ἐπειδὰν
τὺ διακεκριμένον έν τούτοις κατανοήσῃς, πάλιν ἡ τῆς
φύσεως ἑνότης τὸν διαμερισμὸν οὐ προσίεται· ὥστε
μήτε τὴ τῆς μοναρχίας σχίζεσθαι κράτος είς Θεότητας
διαφόρους κατατεμνόμενον, μήτε τῷ Ἰουδαῖκῷ δό-
γματι συμϐαίνειν τὸν λόγον, ἀλλᾶ διὰ μέσον τῶν δύο
ὺπολήψεων χωρεῖν τὴν ἀλήθειαν, ἑκατέραν τε τῶν
αἱρέσεων καθαιροῦσαν, καὶ ἀφ’ ἑκατέρας παραδεχο-
μένην τὸ χρήσιμον. Τοῦ μὲν γὰρ Ἰουδαίου καθαιρεῖ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.