PG 45, col. 188

τιςκο S εξ ξ me; ει,
ΛυΓΟΣ A'.
Διαφωνεῖται σχεδὸν ἆπασι τοῖς παλαιοῖς ὁ περὶ τῆς
ψυχῆς λόγος. Δημόκριτος μὲν γὰρ καὶ Ἐπίκουρος,
καὶ πᾶν τὸ τῶν στωῖκῶν φιλοσόφων σύστημα, σῶμα
τὴν ψυχὴν ἀποφαίνονται ⁶ καὶ αὐτοὶ δὲ οῦτοι οἱ σῶμα.
τὴν ψυχὴν ἀποφαινόμενοι, διαφέρονται περὶ τῆς οὖ·-
σὶας αὐτῆς. Οἱ μὲν γὰρ Στωϊκοὶ, πνεῦμα λέγουσιν
αὐτὴν ἔνθερμον καὶ διάπυρον· Κριτίας δὲ αἷμαο
Ἵππων δὲ ό φιλόσοφος ὕδωρ · Δημόκριτος δὲ πῦρ·
τὰ γὰρ σφαιροειδῆ σχήματα τῶν ἀτόμων συγκρινόο
μενα, πῦρ τε καὶ ἀὴρ, ψυχὴν ἀποτελεῖν. Ἡράκλειτος
δὲ τὴν μὲν τοῦ παντὸς ψυχὴν, ἀναθυμίασιν ἐκ τῶν
ὑγρῶν· τὴν δὲ ὲν τοῖς ζώοις, ἀπό τε τῶν ἐκτὸς καὶ τῆς
ἐν αὐτῇ ἀναθυμιάσεως, ὁμογενῆ πεφυκέναι. Πάλιν δὲ
καλ⁸ τῶν λεγόντων ἀσώματον εἶναιτὴν ψυχὴν, ἄπειρος
γέγονεν ἡ διαφωνία ° τῶν μὲν οὐσίαν αὐτὴν καὶ ἀϐά-
νατον λεγόντων · τῶν δὲ ἀσώματον μὲν, οὐ μὴν οὐσίαν,
οὐδὲ ἀθάνατον. Θαλῆς μὲν γάρ πρῶτος τὴν ψυχὴν
ἔφησεν ἀκίνητον καὶ¹ αὐτοκίνητον. Πυθαγόρας δὲ
ἀριθμὸν ἑαυτὸν κινοῦντα. Πλάτων δὲ οὐσίαν νοητὴν,
ἐξ αὐτῆς κινουμένην, κατὰ ἀριθμὸν ἐναρμόνιον. Ἀρι-
στοτέλης δὲ ἐντελέχειαν πρώτην σώματος φυσικοῦ,
ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος. Δείναρχος δὲ άρ-
μονίαν τῶν τεσσάρων στοιχείων · οὗ γὰρ τὴν ἐκ τῶν
φθόγγων συνισταμένην, ἀλλὰ τὴν τῶν ἐν τῷ σώματι
θερμῶν καὶ ὑγρῶν, καὶ ψυχρῶν, καὶ ξηρῶν ἐναρμό-
νιον κρᾶσιν καὶ συμφωνίαν βούλεται λέγειν. Δῆλον δὲ
ὅτι καὶ τούτων, οἱ μὲν ἄλλοι τὴν ψυχὴν εἶναι λέγουσιν
οὐσίαν · Ἀριστοτέλης δὲ καὶ Δείναρχος ἐνούσιον. Ἔτι
δὲ πρὸς τούτοις, οἱ μὲν μίαν εἶναι καὶ τὴν αὐτὴν τῶν
πάντων ψυχὴν νενομίκασι, κατακερματιζομένην εἰς
τὰ καθέκαστα, καὶ πάλιν είς ἑαυτὴν συνιοῦσαν, ὡς
οἱ λιανιχαῖοι καὶ ἄλλοι τινές. υἱ δὲ πολλὰς καὶ δια-
φόρους κατ’ εἶδος ο οἱ δὲ μίαν καὶ⁹ πολλάς. Πᾶσα τοία
νυν ἀνάγκη μηκῦναι τὸν λόγον, τοσαύταις δόξαις ἀν-
τιλέγοντα. Κοινῇ μὲν οὖν πρὸς πάντας τοὺς λέγοντας
σῶμα τὴν ψυχὴν, ἀρκέσει τὰ παρὰ Ἀμμωνίου τοῦ
διδασκάλου Πλωτίνου, καὶ Νουμηνίου τοῦ Πυθαγοριο
κοῦ εἰρημένα · εἰσὶ δὲ ταῦτα’

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.