PG 45, col. 196

εἰσὶν, ἦν ή μῶν ἡ ψυχὴ, πρὶν ὲν τῷ ἀνθρωπίνῳ εἴδει
γενέσθαι· εἰ δὲ ἁρμονία ἐστὶ, πρότερον μὲν οὐκ ἦν,
ὕστερον δὲ ἐγένετο, ἁρμοσθέντος τοῦ σώματος· πᾶσα
γὰρ σύνθεσις οὐκ άλλως ἔχει, ἢ ὡς ἔχει ἐκεῖνα τὰ
ἐξ ὧν σύγκειται. Κοινωνία γάρ τίς ἐστι τῶν συντε-
θειμένων ὴ σύνθεσις ἁρμονία οὖσα, καὶ οὐ κωλύει
τὸ μὴ ἡγεῖσθαι αὐτὴν ἐκείνων ἀφ’ ὧν συνετέθη, ἀλλὰ
ἔπεσθαι αὐτοῖς. Μάχεται τοίνυν τῷ ἁρμονίαν εἶναι
τὴν ψυχὴν, τὸ τὰς μαθήσεις ἀναμνήσεις εἶναι · τὸ δὲ
τῶν ἁναμνήσεων ἀληθές ἐστι· ψεῦδος ἄρα τὸ τὴν
ψυχὴν ἁρμονίαν εἶναι. Ἔτι ἡ μὲν ψυχὴ ἐναντιοῦται
τῷ σώματι, καὶ τὸν ἀρχικὸν ἐπέχει λόγον, ἆτε ἆρ-
χουσα αὑτοῦ · ἡ δὲ ἁρμονία οὔτε ἡγεῖται, οὔτε ἐναν-
τιοῦται· οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία · ἔτι ἁρμονία ἁρ-
μονίας μᾶλλον καὶ ἧττόν ἐστιν · ἁρμονίας δὲ τὸ χα-
λᾶσθαι καὶ ἐπιτείνεσθαι· έν τῷ λόγῳ δὲ τῆς ἁρμο-
νίας οὕ · ἀδύνατον γὰρ λόγον τὸ μᾶλλον καὶ ἧττον
ἔχειν, ἀλλ’ ἐν τῇ ἁρμονίᾳ· ἐὰν γάρ κεκραμένος
ὀξὺς φθόγγος καὶ βαρύς· ἔπειτα ἀνεθῶσι, τὸν λόγον
μὲν τὸν αὐτὸν σώζουσιν ὲν τοῖς μεγέθεσι τῶν φθόγ-
γων· παραλλαγὴν δὲ λαμδάνει κατὰ τὴν ἁρμογὴν,
μᾶλλον καὶ ἧττον ἐπιτεινομένη · ψυχὴ δὲ ψυχῆς οὐκ
ἔστι μᾶλλον καὶ ἦττον· οὐκ ἄρα ἁρμονία ἐστὶν ἡ
πψυχή. Ἔτι ὴ ψυχὴ ἀρετὴν καὶ κακίαν ἐπιδέχεται·
ὴ δὲ ἁρμονία ἁρμονίαν καὶ ἀναρμοστίαν οὐκ ἐπιδέ-
χεται· οὐκ ἄρα ἁρμονία ἐστὶν ἡ ψυχή. Ἔτι ἡ
ᾢυχὴ ὲν τῷ ἐπιδέχεσθαι τὰ ἐναντία, παρὰ μέρος,
οὐσία ἐστὶ καὶ ὑποκείμενον· ἡ δὲ ἁρμονία ποιότης
καὶ ἐν ὑποκειμένῳ· ἠ δὲ οὐσία ποιότητος ἕτερον,
καὶ ἡ ψυχὴ ἄρα ἁρμονίας ἕτερον. Ἀρμονίας μέν
τοι μετέχειν τὴν ψυχὴν οὐδὲν ἄτοπον · ἁλλ’ οὐ παρὰ
τοῦτο ἁρμονία ἐστίν· οὐ γάρ διότι ἀρετῆς μετέχει,
ἀρετή ἐστιν ἡ ψυχή. Γαληνὸς δὲ ἀποφαίνεται μὲν
οὐδὲν, ἀλλὰ διαμαρτύρεται ἐν τῷ ἀποδεικτικῷ λόγῳ,
ὡς οὐδὲν είη περὶ ψυχῆς ἀποφαινόμενος · ἔοικε δὲ ἐξ
ὧν λέγει δοκιμάζειν μᾶλλον τὴν κρᾶσιν εἶναι τὴν ψυ-
χήν · ταύτῃ γάρ ἐπακολουθεῖν τὴν τῶν ἠθῶν διαφο-
ρὰν, ἐκ τῶν Ἱπποκράτους κατασκευάζων τὸν λόγον ·
εί δὲ τοῦτο, δῆλον ὅτι καὶ θνητὴν αὐτὴν οἴεται εἶναι ο
οὑ πᾶσαν δὲ, ἀλλὰ τὴν ἄλογον μόνην ψυχὴν τοῦ ἁν-
θρὼπου · περὶ δὲ τῆς λογικῆς ἀμφιϐάλλει λέγων οὖ-
τως· Ὅτι δὲ οὐ δύναται τοῦ σώματος ἡ κρᾶσις εἶναι
ψυχὴ, δῆλον ἐντεῦθεν· Πᾶν σῶμα ἔμψυχόν τε καὶ
ἄψυχον, ἐκ τῶν τεσσάρων στοιχείων κεκράτηται. ’ῙΙ
γὰρ τούτων κρᾶσις τὰ σώματα ἀπεργάζεται. Εἰ
τοίνυν ἡ τοῦ σώματος κρᾶσίς ἐστιν ἡ ψυχὴ, οὐδὲν
ἄψυχον ἔσται, ὡς ὁ λόγος ἀπέδειξεν. Οὕτω γάρ ἡ
κρᾶσις τοῦ σώματος ψυχὴ ἔσται. Πάλιν εί τὸ σῶμα
κρᾶσιν ἔχει, καὶ πᾶν σῶμα ψυχὴν ἕχει· εί δὲ πᾶν
σῶμα ψυχὴ, οὐδὲν σῶμά ἐστιν ἄψυχον· οὔτε λίθος
ἄρα, οὔτε ξύλα. οὔτε σίδηρος, οὔτε ἄλλο τι ἄψυχον
ἔσται· εἰ δὲ μὴ καθόλου πᾶσαν κρᾶσιν σώματος λέ-
γει eum εἶναι, ἁλλὰ τὴν τοιάνδε· ὲρωτητέον, ποία
κρᾶσίς ἐστιν, ἡ ζῶον ποιοῦσα, καὶ ψυχῆς λόγον
ἐπέχουσα. Ὀποίαν γὰρ ἂν εἴποι τὴν κρᾶσιν, τοιαῦ-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.