PG 45, col. 256

τοῖς οὐκ ἐν δίκῃ θρασυνομένοις ἐπάγουσαν, λέγων
οὑτωσὶ τῇ ἰδίᾳ φωνῇ κατά τὴν Λύδιον ἁρμονίαν ἐκείνην
Καὶ τῶν οὐκ ἐν δίκῃ θρασυνομένων ἐννόμῳ δίκῃ
σωφρονεῖν ἠναγκασμένων, ἣν καὶ ἀ-πόῤῥησιν τῶν
ἐπαναστάντων ὠνόμασεν⁸ οὐκ οἶδ’ ὅ τι νοῶν- τὴν-
άπόρῤησιν, καὶ πάντα τὰ τοιαῦτα, ὡς μάταιον
ὄχλον, καὶ είς ούδέν φέροντα χρήσιμον παραδραμού-
μαι τῷ λόγῳ. Ei δέ τινα τοῦ αἱρετικοῦ φρονήματος
συνηγορίαν πεποίηται, πρὸς τοῦτό μοι καλῶς ἔχειν
ἡγοῦμαι τὴν πλείω ποιεῖσθαι σπουδήν. υύτω γὰρ
καὶ 6 τῶν θείων δογμάτων ὑποφήτης ἐν τῷ καθ’ ἐαυ-
τὸν λόγῳ πεποίηκεν· ὃς πολλῶν δυναμένων είς
πλάτος ἐκτεῖναι τὸν λόγον, διὰ τῶν ἀναγκαίων προῖὼν
νόμων, συντέμνει τὸ πλῆθος τῆς ὑποθέσεως, τὰ κε·-
φάλαια τῆς βλασφημίας ἐκ πάντων τῶν είρημένωυ
ἐν τῇ. βίόλῳ τῆς ἀσεϐείας ἀναλεξάμενος.
Εἰ δέ τις ἐπιζητεῖ κατὰ τὴν τοῦλόγου τάξιν duro-
λούθως ἀντεισαχθῆναι καὶ τὸν ἡμέτερον , εἰπάτω τίν’
κέρδος. Τί πλέον γενήσεται τοῖς ἀκούουσιν, εί τὸν
γρῖφον καὶ τὸ αῐνιγμα τῆς ἐπιγραφῆς διαλύσαιμι , δ
κατά τὴν τραγικὴν σφίγγα, εὐθὺς ἡμῖν ἐν προοιμίοις
προτείνεται, τὴν καινὴν ἐκείνην ὑπὲρ τῆς ἀπολογίας
ἀπολογίαν, καὶ τὸν πολὺν ἐπὶ τούτῳ λῆρον, καὶ τὴν
μακρὰν τοῦ ὀνείρου καταλέγων διήγησιν. Οἶμαι γὰρ
ἱκανῶς ἀποκναίειν τοὺς ἐντυγχάνοντας , καὶ ἐν μόνω
τῷ λόγῳ τοῦ Εὐνομίου σωζόμενον τό τε γλισχρὸν,
μάταιον τῆς ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου καινότητος ,
κα)⁸ τὸ φορτικὸν ἅμα, καὶ περὶ αὐτῶν τῶν οἰκείων
διηγημάτων · οἴους πόνους, καὶ ἄθλους ἐαυτοῦ διεξέρ⁴
χεται, διὰ πάσης γῆς, καὶ θαλάττης πεφοιτηκότας, καὶ
ἐν πάσῃ τῇ οἰκουμένῃ κη ρυσσομένους; Εἰ δὲ’ταῦτα πά-
λιν γράφοιτο, καὶ μετά προσθήκης, ὡς εἱκδς, τῶν τῆς
ψευδολογίας ἐλέγχων πλεοναζόντων τὸν λόγον, τίς οὕτως
στερρὸς φανεῖται, καὶ ἀδαμάντινος, ὡς μὴ προσναυτιά·
σαι τῇ ἀκαιρία τοῦ πόνου ; Εἰ δὲ καὶ τὴν ἔνθεον ἐκείνην
ἱστορίαν ἐπὶ λέξεως γράφοιμι, τίς 6 κατά τὸν Εὔξεινον
Πόντον, διὰ τῆς ὁμωνυμίας αὐτὸν προλυπήσας, οἷος
6 βίος , τίνες αί σπουδαὶ, πῶς διεφέρετο ’προς τὸν
’Ᾰρμένιον διά τὴν ὁμοτροπίαν ’τοῦ ἶἤθους, 51:: ἐπὶ
τίσι συνέθεντό τε μετ’ ἀλλήλων καὶ κατηλλάγησαν,
ὡς ἐπὶ τὸν ἄμαχον ἐκεῖνον καὶ τῇ δόξῃ πολὺν ’Ᾰέτιον
τὸν διδάσκαλον αὑτοῦ συμφρονῆσαι (τούτοις γὰρ αύο
τὸν ἀποσεμνύνει τοῖς ἐπαίνοις), εἷτα τίς ή καθ’ αὑτοῦ
μηχανὴ, καὶ ἐπίνοια, δι’ ἦς εἰς κρίσιν τὸν ἄνδρα κα-
τέστησαν ο ἔγκλημα ποιούμενοι τὸ εὐδοκιμεῖν ἀύτὸν,
καὶ ὑπὲρ τοὺς ἄλλους εἶναι. Ei ταῦτα λέγοιμι πάντα,
ἆρ’ οὐχὶ καθάπερ οί τῶν ὀφθαλμῶν τὴν νόσον ἐκ τῆς
πολλῆς ὁμιλίας τῶν προνενοσηκότων ἐφ’ ἑαυτοὺς εἰῇ
κοντες , οὕτω καὶ αὐτὸς συμμετεσχηκέναι δόξω τοῦ
περὶ τὴν ματαίαν σπουδὴν ἁρῤωστήματος, ἑπόμενος
κατ’ ῐχνος τῇ φλυαρίᾳ, καὶ τά καθ’ ἕκαστον ἐξετάζων;
Τίνας φησὶ δούλους είς ἐλευθερίαν ἀφιεμένους, τίνα
μυουμένων σχέσιν, καὶ ἀργυρωνήτων τάξιν, καὶ τε

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.