PG 46, col. 277

πρωτοτόκου ὲν πολλοῖς ἀδελφοῖς ’ ἀκόλουθον ἂν εἴη,
διὰ τῶν τοῦ βίου χαρακτήρων ἐπιδεικνύειν τὴν πρὸς
αὐτὸν ἀγχιστείαν ° ὲμμορφουμένου τῇ ζωῇ ή μῶν τοῦ
πρωτοτόκου τῆς κτίσεως. Τίνα δὲ χαρακτῆρα τῆς
ἐκείνου μορφῆς παρά τῆς Γ ραφῆς μεμαθήκαμεν ; ’ον
πολλοῖς εἰρήκαμεν, ὃτι ι Ἀμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ
εὑρέθη δόλος ὲν τῷ στόματι αὑτοῦ. ι Οὐκοῦν εί μέλ-
λοιμεν ἀδελφοὶ χρηματίζειν τοῦ καθηγησαμένου ἡμῶν
τῆς γεννήσεως, τὸ ἀναμάρτητον τῆς ζωῆς ἡ μῶν πι-
στώσεται τὴν πρὸς ἐκεῖνον συγγένειαν, μηδενὸς ρύ-
που τῆς πρὸς τὴν καθαρότητα συναφείας ἡμᾶς
ἀφορίζοντος. Ἃ).λά καὶ δικαιοσύνη καὶ ἁγιασμὺςὸ
πρωτότοκός ἐστι, καὶ ἀγάπη, καὶ ἀπολύτρωσις, καὶ
τὰ τοιαῦτα. Οὐκοῦν εί διὰ τῶν τοιούτων καὶ 6 ἡμέ-
τερος χαρακτηρίζοιτο βίος, ἐναργῆ παρεξόμεθα τῆς
εὐγενείας ἡμῶν τά γνωρίσματα, ὥστε τὸν ταῦτα ὲν
τῇ ζωῇ καθορῶντα τῇ ἡμετέρᾳ, προσμαρτυρεῖν ἡμῖν
τὴν πρὸς τὸν Χριστὸν ἀδελφότητα. Αὐτὸς γάρ ἐστιν 6 ἀνοίξας ἡμῖν τὴν θύραν τῆς ἀναστάσεως, καὶ διὰ
τοῦτο ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος. Ὅτι μὲν οὖν πάντες ἀναστησόμεθα ὲν ἀτόμῳ, ὲν ῥοπῇ ὀφθαλ-
μοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι · τοῦτο ἔδειξεν, οἷς τε ἐφ’ ἑαυτοῦ καὶ οἷς ἐπὶτῶν λοιπῶν, τῶν ὑπὸ τοῦ θα·-
νάτου κρατηθέντων, ἐποίησεν.
. Οὐ μὴν ἴση κατάστασις ὲν τῷ μετά ταῦτα βιῳ
τάντας τοὺς ὲκ τοῦ τῆς γῆς χώματος ἀναστάντας
ἐκδέξεται, ἀλλὰ ι Πορευσόμεθα, ι φησὶν, «οἱ μὲν τὰ
ἀγαθά ποιήσαντες , είς ἀνάστασιν ζωῆς ο oi δὲ τὰ
’ ulla πράξαντες, είς ἀνάστασιν κρίσεως. ι Ὥστε εἰ
τινος πρὸς τὴν φοϐερὰν ἐκείνην κατάκρισιν 6 βίος
βλέπει · οὗτος, κᾶν διὰ τῆς ἀνωθεν γεννήσεως τοῖς
ἀδελφοῖς τοῦ Κυρίου συναριθμούμενος τύχῃ, κατα-
ψεύδεται τοῦ ὀνόματος, ὲν τῇ μορφῇ τῆς κακίας τὴν
πρὸς τὸν πρωτότοκον ἀγχιστείαν ἀρνούμενος. Ὀ δὲ
μεσίτης Θεοῦ καὶ ἀνθρώπων, 6 δι’ ἑαυτοῦ συνάπτων
τῷ Θεῷ τὸ ἀνθράνιτινον, ἐκεῖνο συνάπτει μόνον, ὅπερ
ἄν τῆς πρὸς Θεὸν συμφυΐας ἄξιον · Ὥσπερ οὖν τὸν
ἑαυτοῦ ἄνθρωπον τῇ δυνάμει τῆς θεότητος ἑαυτῷ
προσῳκείωσε, μέρος μὲν τῆς κοινῆς φύσεως ὄντα, οὐ
μὴν τοῖς πάθεσιν ὑποπεπτωκότα τῆς φύσεως τοῖς είς
ἁμαρτίαν ὲκκαλουμένοις ( ι Ἀμαρτίαν ι γάρ, φησιν,
ιοὺκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ὲν τῷ στόματι
αὑτοῦ ι )⁸ οὕτω καὶτοὺς καθ’ ἕκαστον προσάξει τῇ
συναφείᾳ τῆς θεότητος, εί μηδὲν ἐπάγοιντο τῆς πρὸς
η τὺΘεῖον συναφείας ἀνάξιον. Ἀλλ’ εί τις ἀληθῶς εἴη
Θεοῦ ναὸς, μηδὲν κακίας εἴδωλον καὶ ἀφίδρυμα ἐν
ἐαυτῷ περιέχων, οὗτος ὑπὸ τοῦ μεσίτου πρὸς μετου-
σίαν τῆς θεότητος παραληφθήσεται. καθαρὸς γενόμ
μενος πρὸς τὴν ὑποδοχὴν τῆς αὐτοῦ καθαρότητος.
οὗτε γὰρ είς κακότεχνον ψυχὴν εἰσελεύσεται σοφία,
καθὼς 6 λόγος φησιν, οὕτε 6 καθαρὸς τῇ καρδία ἄλλο
’ τι παρά τὸν Θεὸν ὲν ἑαυτῷ βλέπει · ᾧ διὰ τῆς ἀφθαρ-
σίας προσκολληθεὶς, ἐντὸς ἑαυτοῦ πᾶσαν τὴν ἀγαθὴν
βασιλείαν ἐδέξατο. Μᾶλλον δ’ ἂν γένοιτο ἡμῖν κατα-
φανὲς τὸ λεγόμενον, εί τὴν τοῦ Κυρίου φωνὴν, ἢν διὰ
τῆς Μαρίας πρὸς τοὺς ἀποστόλους πεποίηται, πρὸς
- " l Petr. ιι, 21. σοι Cor. xv, 52. " Joan. ν. 2t

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.