PG 46, col. 304

ὃν χρὴ προκεῖσθαι τοῖς.τδν θεοφιλῆ βίον αἱρουμένοις,
ὃς ἐστι ψυχῆς καθαρισμδς, καὶ τοῦ ῐΙνεύματος δι’
ἔργων ἀγαθῶν προκοπῆς ὲνοίκησις ⁸ ἕκαστος ὐμῶν
κατά τὸν ἀποδειχθέντα τρόπον παρασκευάσας τῆν
ψυχὴν, καὶ μεστὴν θείου ποιήσας ἔρωτος, οὕτως ἀπο-
δότω έαυτόν ταῖς εὐχαῖς καὶ νηστείαις, μεμνημένος
τοῦ παρακαλοῦντος, τὸ ἀδιαλείπτως προσεύχεσθαι,
καὶ μὴ έκκακείν. Ἦ γὰρ περὶ τὴν εὐχὴν σπουδὴ,
μεγάλα ἡμῖν χαρίζεται· μόνον συντόνῳ καὶ ὀρθῇ
συνειδήσει τοῦτο ποιοίτω ἕκαστος, μηδαμοῦ κατά τὴν
διάνοιαν ἑκουσίως περιπλανώμενος ο μηδὲ ὥσπερ ὐπ’
ἀνάγκης ἀκούσιον χρέος ἀποδιδοὺς, ἀλλ’ ἔρωτα καὶ
πόθον ἀποπληρῶν τῆς ψυχῆς. Δὼσει δὲ καὶ αὐτὸς ό
Κύριος τοῖς αἰτοῦσιν ὅπως εὐχεσθαι δεῖ, κατά τὸ ei-
ρημένον ⁸ '0 διδοὺς εὐχὴν τῷ εὐχομένῳ. Δεῖ οὖν
αἰτεῖν , καὶ είδέναι τὸν τῇ εὐχῇ προσκαρτεροῦντα
πράγματι τοσούτῳ , μετά πολλῆς σπουδῆς καὶ δυνά⁸
μεως έναθλεῖν τῷ ἀγῶνι. Ἐπεὶ μάλιστα ἡ κακία
τοῖς τοιούτοις ἐφεδρεύει, πάντοθεν ζητοῦσα περιτρέ-
ψαι τὴν σπουδήν. Ἐκεῖθεν ἄνεσις σώματος καὶ glau-
χῆς · ἐντεῦθεν μαλακία, καὶ ἀκηδία, καὶ ὀλιγωρία,
καὶ τά λοιπά, δι’ ῶν ἀπόλλυται ψυχὴ κατά μέρος ἀρ-
παζομένη, καὶ αὐτομολοῦσα πρὸς τὸν ἐχθρὸν αὐτῆς.
Χρὴ οῦν ἐφεστάναι τῇ ψυχῇ καθάπερ σοφὸν κυϐερ-
νήτην τδν λογισμὸν , παρασκευάζοντα εὐθυπλοεῖν
πρὸς τδν ἄνω λιμένα , καὶ τὴν ψυχὴν ἀκέραιον ἀπο-
διδόντα τῷ πιστεύσαντι Θεῷ. Καὶ τοὺς προεστῶτας
δὲ χρὴ συναντιλαμϐάνειν τῷ τοιούτῳ , καὶ διά πάσης
σπουδῆς καὶ νουθεσίας τρέφειν τὴν περὶ τὸ προκεί-
μενον τοῦ εὐχομένου ἐπιθυμίαν. Τῶν γὰρ ὅντως εὐ-
χομένων ό καρπὸς τῶν ἀρετῶν τοῖς συνιοῦσιν ἐπιδει-
κνύμενος , οὐ τῷ προκόψαντι μόνῳ, ἀλλά καὶ τοῖς
ἔτι νηπίοις καὶ δεομένοις διδασκαλίας , χρήσιμος γί-
νεται, προτρέπων αὐτοὺς είς μίμησιν ὧν ὁρῶσι. Καρ-
πὺς δ’ εἰλικρινοῦς εὐχῆς ἁπλότης , ἀγάπη , ταπειο
νοφροσύνη , καρτερία , ἀκακία , καὶ τὰ τοιαῦτα, Β
πρὸ τῶν αἰωνίων καρπῶν, παρά τὸν βίον ό τοῦ
σπουδαίου ἐνταῦθα βλαστάνει. Τούτοις εὐχὴ καλ-
λωπίζεται τοῖς καρποῖς ⁶ ἀποροῦσα δὲ τούτων , μά-
ταιον έχει πόνον ο καὶ οὐκ αὐτὴ μόνον, ἀλλά καὶ πᾶσα
φιλοσοφίας όδδς τοιαύτην μὲν ἔχουσα βλάστην, δικαιο-
σύνης ὅντως ἐστὶν ὁδὸς, καὶ⁵ πρὸς όρθὺν ἄγει τέλος .
τούτων δὲ ἑστερημένη , κενὸν ὄνομα καταλείπεται.
Τί ὄφελος ἀμπέλου πεπονημένης, καρπῶν μὴ παρ-
όντων, ὧν ἕνεκα ό γεωργὸς τὸν πόνον ὑπέμεινε ; Τί
κέρδος νηστείας καὶ προσευχῆς καὶ ἀγρυπνίας, εί-
ρήνης ἀπούσης καὶ χαρᾶς καὶ ἀγάπης , καὶτῶν λοι-
πῶν τῆς τοῦ Πνεύματος χάριτος καρπῶν ; Δεῖ οῦν
τούς μὲν πόνους τῆς νηστείας καὶ⁵ τῆς εὐχῆς καὶ τῶν
λοιπῶν ἔργων μετά πολλῆς ἡδονῆς καὶ ἀγάπης καὶ
ἐλπίδος ὑφίστασθαι · τά δὲ ἄνθη τῶν πόνων καὶ τοὺς
καρποὺς, τῇ τοῦ Πνεύ ματος εἶναι πιστεύειν ἐνεργείᾳ.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.