PG 46, col. 500

ρον ἀντὶ τοῦ κρείττονος. Φημὶ τοίνυν χρῆναι καθάπερ
ὁρισμόν τινα καὶ χαρακτῆρα τοῦ ζητουμένου-προϋπο-
θέσθαι τῷ λόγῳ, δι’ οὗ γένοιτ’ ἂν ἡμῖν ἀσφαλὴς ἡ τοῦ
καλοῦ κατανόησις. Τίς οὖν ό χαρακτὴρ τῆς ἀληθινῆς
ἀγαθότητος ; Τὸ ,μὴ μόνον πρός τι τὸ ὠφέλιμον ἔχειν,
μηδὲ κατὰ καιρούς τινας, ἢ ἐπωφελὲς ἢ ἄχρηστον φαί-
νεσθαι’ μηδὲ τινλ⁸ μὲν εἶναι καλὸν, ἑτέρῳ δέ οὐ τοιοῦ-
τον· ἀλλ’ ὅπερ καὶ ἐφ’ ἑαυτοῦ κατὰ τὴν ἰδίαν-φύσιν
ἐστὶ καλὸν, καὶ παντὶ, καὶ πάντοτε ὡσαύτως ἔχει,
οὗτός ἐστι , κατά γε τὴν ἐμὴν κρίσιν, τῆς τοῦ καλοῦ
κρίσεως ὁ χαρακτὴρ ἀπλανὴς τε καὶ ἄψευστος. Ὂ γὰρ
μήτε πᾶσι, μήτε πάντοτε, μήτε ἐφ’ ἑαυτοῦ δίχα τῆς
ἔξωθεν περιστάσεώς ἐστι καλὸν, οὑκ ἂν κυρίως ἐν τῇ·
τοῦ καλοῦ κρίνοιτο φύσει. Διόπερ πολλοὶ τῶν ἀνεξ-
ετάστως προσεχόντων τοῖς οὖσιν, ἐνττοῖς τοῦ κόσμου
στοιχείοις εἶναιτὸ καλὸν ἐφαντάσθησαν· ὧν οὐδὲν
εὖροι τις ἂν διεξετάζων καὶ ἐφ’ ἑαυτοῦ, καὶ πάντοτε,
καὶ παντὶ καλὸν εὑρισκόμενον, Μέμικται γὰρ τῷ ἐφ’
ἑκάστου τούτων χρησίμῳ, καὶ ἡ πρὸς τὸ ἐναντίον
ἐνέργεια. Οἷον, τὸ ὕδωρ σωτήριον μὲν τοῖς ἐν αὑτῷ
τρεφομένοις ἐστὶν, ὀλέθριον δὲ τοῖς χερσαίοις, εί ἐπι-
κλύσειεν. Ὡσαύτως δὲ καὶ ό ἀὴρ, τοῖς μὲν ἐν αὐτῷ
ζῇν πεφυκόσιν, ἐστὶ σωτήριος, τοῖς δὲ τὸν ἔνυδρον
εἱλζηχόσι βίον, φθαρτικὸς εὑρίσκεται καὶ ὀλέθριος,
ὅταν ἐν αὑτῷ τις γένηται τῶν ὑποϐρυχίων. Οὕτω καὶ
τὸ πῦρ πρός τι χρήσιμον ἡμῖν γινόμενον, φθαρτικόν
ἐστι τοῖς πλείοσι. Καὶ αὑτὸν δέ τὸν ἣλιον εὖροι τις
ἂν, οὔτε παντὶ, οὔτε πάντοτε, οὔτε κατὰ πάντα καλὸν
τοῖς μετέχουσιν. Ἔστι γὰρ ἐν οἷς καί⁵ σφόδρα γίνεται
βλαπτικὸς, ὑπερζέων τε τοῦ καθήκοντος μέτρου, καὶ
ξηραίνων ἐν ἀμετρίᾳ τὸ ὑποκείμενον, καὶ νοσώδεις
αίτίας πολλάκις ἐξεργαζόμενος, καὶ τοῖς ἐμπαθεστέ-
ροις τῶν ὀφθαλμῶν προσεπιτρίϐων τὴν νόσον, καὶ
διὰ τῆς σήψεως τῶν ὑγρῶν, βλαϐερά τε καὶ ἀηδῆ τινα
ζωογονῶν ἐν τῇ κατεφθαρμένῃ τῶν ὑγρῶν σηπε-
δόν ι.
Οὐκοῦν, καθὼς εἴρηται, μόνον ἐκ πάντων ὡς καλὸν
προαιρεῖσθαι χρὴ, ὃ πάντοτε καὶ πᾶσιν ὁμοίως ἐν τῇ
τοῦ καλοῦ καθορᾶται φύσει, ἀεὶ τοιοῦτον ὃν, καὶ οὑ
πρὸς τὰς ἔξωθεν περιστάσεις μεταϐαλλόμενον. Περὶ
γὰρ τῶν. ἄλλων ὅσα κατά τινα πρόληψιν ἀλογωτέραν
καλὰ τοῖς ἀνθρώποις δοκεῖ, περὶ σῶμά τὲ φημι καὶ
τὰ ἔξωθεν, οἷον ἰσχύς τε καὶ⁵ κάλλος καὶ γένους λαμ-
πρότης, χρήματά τε καὶ δυναστεῖαι καὶ περιφάνειαι,
καὶ πάντα τὰ τοιαῦτα, ὡς αὐτόθεν πᾶσιν ὄντα φανερὰ,
σιωπᾷν οἶμαι χρῆναι, καὶ μὴ μάτην διὰ τῶν ὁμολο- ι
γουμένων ὄχλον ἐπεισάγειν τῷ λόγῳ. Τίς γὰρ οὑκ
οἵδε τοῦ κάλλους τε καὶ τῆς δυνάμεως τὸ ὠκύμορον. ⁵
ἢ τῆς δυναστείας τὸ εὑμετάπτωτον, ἢ τῆς δόξης τὸ
ἀνυπόστατον, ἢ τὴν ματαίαν πρὸς τὰ χρήματα. τῶν
ἀνθρώπων προσπάθειαν, παρ’ ὧν διὰ τὸ εὑχρουν τε
καὶ τὸ σπάνιον, ἐν ποιαῖς ὕλαις τὸ καλὸν ἐνομίσθης
Τούτων δέ οὕτως ἡμῖν διηρθρωμένων, σκεπτέον ἂν εἴη
περὶ τῆς παρούσης ζωῆς, ταύτης φημὶ δὴ διὰ σαρκὸς
ἐνεργουμένης, εἴτε τοιοῦτόν ἐστιν ὡς ἐν τῷ χαρα-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.