PG 46, col. 509

ὃτι μηδὲ πρὸς ἄλλο τι προσήκει τῶν βλεπομένων ὁρᾷν.
Οὕτως εἰπόντος τοῦ Παύλου , ὅτι μή σκοπούντων
ἡμῶν τὰ βλεπόμενα ο τὰ γὰρ βλεπόμενα πρόσκαιρα,
τὰ δὲ μὴ βλεπόμενα αἰώνια· ἀλλ’ ἐπὶ τῶν ἀοράτων
ὲν ἡμῖν τρέψαντας τὴν Θεωρίαν, ἐκεῖνο πιστεύειν
ἀληθῶς εἶναι ἡμᾶς, ὃδιαφεύγειτὴν αἰσθητικὴν κατα-
νόη σιν .
quit, neque oportet considerare quae videntur; quae enim videntur temporaria sunt, quae autem non
Videntur, atterna'. Oportet autem, ut cegitationem ad ea, quae in nobis non videntur, convertamus, idque
nos vere esse credamus, quod sensus cognitionem efi'ugit.
Γ ενὼμεθα τοίνυν, κατὰ τὸν παροιμιώδη λόγον, ἑαυ- Β
τῶν γνώμονες, Τὸ γὰρ ἑαυτὸν γνῶναι, καθάρσιον τῶν
ἐκ τῆς ἀγνοίας πλημμελημάτων γίνεται. Ἀλλ’ οὐκ
ἔστι ῥᾴδιον ἑαυτὸν κατιδεῖν βουλόμενον, μή τινος ἐπι-
νοίας δυνατὸν ποιούσης ἡμῖν τὸ ἀδύνατον. Ὅπερ γὰρ
ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν ἡ φύσις ἐποίησεν, οἳ
πάντα τὰ ἄλλα βλέποντες, ἑαυτῶν ἀθέατοι μένουσιψ
τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ, πάντα τά ἄλλα διερευ-
νωμένη, καὶ τά ἔξω ἑαυτῆς πολυπραγμονοῦσα καὶ¹
ἀνιχνεύουσα, ἑαυτὴν ἰδεῖν ἀδυνάτως ἔχει. υύκοῦν
ὅπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται , τοῦτο καὶ ἠ ψυχὴ
μιμησάσθω. Καὶ γὰρ κάκεῖνοι, ἐπειδὴ οὐκ ἔστιν αύ-
τοῖς ἐκ φύσεως δύναμις πρὸς τὴν ἑαυτῶν θεωρίαν
τὴν όπτικὴν ἐνέργειαν ἀναστρέψαι, καὶ ἑαυτοὺς κατ⁸
ιδεῖν, κατόπτρῳ τὸ εἶδός τε καὶ τὸ σχῆμα τοῦ ἰδίου
θεασάμενοι κύκλου, διὰ τῆς εἰκόνος ἑαυτοὺς καθ·
ορῶσιν. Οὕτω χρὴ καὶ τὴν ψυχὴν πρὸς τὴν ἰδίαν
ἀπιδεῖν εἰκόνα, ὅπερ ἂν ίδῃ ἐν τῷ χαρακτῆρι, ᾦ
ἀερωμοίωται, ὡς ίδιον ἑαυτῆς τοῦτο θεάσασθαι. Ἀλλά
μικρὸν ὑπαλλάξαι τι προσήκει τοῦ ὑποδείγματος, ἵνα
οἰκειωθῇ τῷ λόγῳ τὸ νόη μα. Ἐπὶ μὲν γὰρ τῆς ὲν τῷ
κατόπτρῳ μορφῆς, ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον σχη-
ματίζεται· ἐπὶ δὲ τοῦ τῆς ψυχῆς χαρακτῆρος, τὸ
ἔμπαλιν νενοήκαμενο κατά γὰρ τὸ θεῖον κάλλος, τὸ
τῆς ψυχῆς εἶδος ἀπεικονίζεται. Οὐκοῦν ὅταν πρὸς τὸ
ἀρχέτυπον ἑαυτῆς βλέπῃ ἡ ψυχὴ, τότε δι’ ἀκριϐείας
ἑαυτὴν καθορᾷ. Τί τοίνυν ἐστὶ τὸ Θεῖον, ἡ ψυχὴ
προσωμοίωταις Ού σῶμα, οὐ σχῆμα, οὐκ εἶδος, ού
πηλικότης, οὐκ ἀντιτυπία, ού βάρος, οὐ τόπος, ού
χρόνος, οὐκ ἄλλο τι τοιοῦτον οὐδὲν, δι’ ὧν ἡ ὑλικὴ
κτίσις γνωρίζεταιο ἀλλά πάντων τούτων καὶτῶν
τοιούτων ὑφαῳεθέντων, νοερόν τι καὶ¹ ἀῦλον, καὶ.
ἀναφὲς, καὶ ἀσώματον, καὶ ἀδιάστατον χρὴ πάντως
νοεῖν τὸ λειπόμενον. Εἰ τοίνυν τοιοῦτος ὁ χαρακτὴρ
τοῦ ἀρχετύπου καταλαμϐάνεται, ἀκόλουθον πάντως
κατὰ τὸ εἶδος ἐκεῖνο μεμορφωμένην τὴν ψυχὴν διὰ
τῶν αὐτῶν χαρακτήρων ἐπιγνωσθῆναι· ὥστε καὶ
ταύτην ἄῦλόν τε εἷναι καὶ ἀειδῆ καὶ νοεράν καὶ ἀσώ-
ματον. Λογισώμεθα τοίνυν πότε μᾶλλον τῷ ἀρχετύπῳ
κάλλει προσεγγίζει ἡ ἀνθρωπίνη φύσις, ὲν τῷ διά
σαρκὸς ζῇν, ἢ ὅταν ἔξω ταύτης γενώμεθα. ’Λλλά
παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν , ὅτι ὥσπερ ἡ σὰρξ
¹ ll Cor. Iv, 16. ³ ibid. 18.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.