PG 46, col. 517
ΕΠΙΣΤΟΛΙΙ ΠΡΟ ΤΡΕΠΤΙΚΗ
'0 μὲν σκοπὸς τοῦ λόγου ἐστὶν, ἐπιθυμίαν τῆς κατ’
ἀρετὴν ζωῆς τοῖς ἐντυγχάνουσιν ἐμποιῆσαι· πολλῶν
δὲ τῷ κοινοτέρῳ βίῳ, καθὼς ὠνόμασεν ὁ θεῖος Ἀπό-
στολος, τῶν πρισπασμῶν ἐγκειμένων, ἀναγκαίως ό
λόγος, ὥσπερ τινὰ θύραν καὶ είσοδον τῆς σεμνοτέρας
διαγωγῆς, τὸν τῆς παρθενίας ὑποτίθεται βίον, ὡς
οῦτε τοῖς ἐμπλακεῖσι τῇ τοῦ βίου κοινότητι ῥᾴδιον τὸ
καθ’ ἡσυχίαν προσφιλοσοφεῖν τῇ θειοτέρα ζωῇ, καὶ
τοῖς άποταξαμὲνοις πάντη τῷ ταραχώδει βίῳ, πολλῆς
εὐκολίας οῦσης ταῖς ὑψηλοτέραις ἀσχολίαις παρ-
εδρεύειν ἀπερισπάστως. Καὶ ἐπειδὴ καθ’ ἑαυτήν πως
ἀργοτὲρα πρὸς τὸ πείθειν ἐστὶν ἡ συμϐουλὴ, καὶ οὐκ
ἄν τις ῥᾳδίως ύπαγάγοιτό τινα ψιλῷ τῷ λόγῳ πρός τι
τῶν ὠφελούντων ἐγκελευόμενος, εί μὴ πρότερον ἀπο-
σεμνύνειεν ἐκεῖνο, πρὸς ὃ τὸν ἀκροατὴν παρορμᾷ·
τούτου χάριν ἀπὸ τῶν ἐγκωμίων τῆς παρθενίας ἀρ-
ξάμενος, οὕτως είς τὴν συμϐουλὴν καταλήγει. Μᾶλ-
λον δέ πως τοῦ ἐν ἑκάστῳ καλοῦ, καὶ διά τῆς παρα-
θέσεως τῶν ἐναντίων φανερουμένου, ἀναγκαίως καὶ
τῆς δυσχερείας τοῦ κοινοτέρου βίου μνήμη τις γέγο-
νεν. Εἶτα εὐμεθόδως ὑπογραφὴ τις παρεισήχθη τοῦ
κατὰ φιλοσοφίαν βίου, καὶτὸ μὴ δύνασθαι τούτου
τυχεῖν τὸν ἐν κοσμικαῖς ὄντα φροντίσιν, κατεσκευὰ-
σθη. Τῆςδέ σωματικῆς ἐπιθυμίας ἀργούσης ἐν τοῖς
ἀποταξαμένοις, ἀκολούθως ἐπεζητὴοη τί τὸ ἀληθῶς
ἐπιθυμητόν. Oi) χάριν καὶ τὴν ἑπιθυμητικὴν δύναμιν
παρὰ τοῦ Δημιουργοῦ τῆς φύσεως ἡμῶν ἐλάϐομεν.
Τούτου δὲ καθ’ ὅσον οἷόν τε ἦν ἐκκαλυφθέντος, ἐφάνη
ἀκολούθως καί τινα μέθοδον πρὸς τὸ τυχεῖν τούτου
ἐπινοῆσαι τοῦ ἀγαθοῦ. Εύρέθη τοίνυν ἀληθὴς παρθε-
νία , ἡ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ καθαρεύ-
ουσα, πρὸς τὴν τοιαύτην ἐπίνοιαν ἐπιτηδείως ἔχουσαν
ὥστε πάντα τὸν διὰ μέσου λόγον, κᾶν πρὸς ἕτερά
τινα βλέπειν δοκῇ, πρὸς τὸ τῆς παρθενίας συντείνειν
ἐγκώμιον. Τὰς δὲ μερικάς ὑποθήκας τοῦ τοιούτου
βίου, ὅσαι τοῖς ἀκριϐῶς μετιοῦσι τὴν σεμνότητα ταύ-
’ την ἐπετηδεύθησαν, φεύγων τὴν ἀμετρίαν ό λόγος
παρέδραμε, καθολικῶς τε διὰ τῶν γενικωτέρων mp-