PG 46, col. 562
Πατὴρ ἐν ἐμοὶ, κάγὼ ἐν τῷ Πατρὶ ο καὶ, '0 ἑωρα-
κὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ, Ἐγὼ καί ὁ
Πατὴρ ἐν ἐσμενο καὶ, οὐδεὶς οἶδε τὸν flor, ει
μὴ ό Πατήρ· καὶ, Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ
σὰ ἐμά · καὶ, Δεδόξασμαι ἐν αὐτοῖς’ καὶ ὅσα
τοιαῦτα τὴν ὲπέκεινα πάσης φύσεώς τε καὶ ἐξουσίας
ἐνδείκνυται δύναμιν. Ἐπειδὰν δὲ πρὸς τὺ ἀσθενὲς
τῆς ἡμετέρας φύσεως ὲπικλίνῃ τὸν λόγον, ἐκεῖνα
φθέγγεταιο Περίλυπός ἐστιν ἡ ψυχή μου· Et δυ-
νατὸν, παρελθέτω τὸ ποτήριον ο Οὐ δύναται ὁ
Υἱὸς ἀφ’ ἑαυτοῦ τι ποιεῖν’-⁷ Ἐντολήν ἔλαϐον τι
εἴπω, καὶ τί λαλήσω · Πορεύομαι πρὸς τὸν Πατέρα
μου καὶ Πατέρα ὑμῶν , καὶ Θεῶν μου καὶ Θεὸν
ὑμῶν. Ἐν τούτοις τίθει καὶ τδ ἐπὶ Λαζάρου δάκρυον,
καὶ τὸν ὲκ τῆς ὁδοιπορίας κόπον, καὶ τὴν τῆς τροφῆς
ἔφεσιν, καὶ τὴν τοῦ ὓδατος αἴτησιν, καὶ τὸν ἐπὶ τῆς
συκῆς δρόμον, καὶ τῆς τοῦ φυτοῦ ἀκαρπίας τὴν
ἄγνοιαν, καὶ τὸν ἐπὶ τοῦ πλοίου ὕπνον. Ταῦτα γὰρ
πάντα, καὶ ὅσα τοιαῦτα, ούχὶ τοῦ ἐν ἀρχῇ ὄντος
Λόγου Θεοῦ τὴν ἀξίαν, ἀλλά τοῦ ταπεινώσαντος ἑαυ-
τὸν ὲν τῇ τοῦ δούλου μορφῇ τὴν πρὸς τὸ ἀσθενὲς τῆς
φύσεως ἡμῶν παραδηλοῖ συγκατάῦασιν.
Εἴρηται τοίνυν, ὅτι '0 πέμψας με, μείζων μου
ἐστίν. Ούκοῦν σκοπησωμεν παρὰ· τίνος 6 λόγος.
Πῶς ὲπὲμφθη; Ἑν μορφῇ Θεοῦ ὑπάρχων, ἦ μορφὴν
δούλου λαϐώνς Ἐν τῷ πληρώματι ὢν τῆς θεότητος,
ἢκενώσας ἑαυτὸν ὲν τῇ τοῦ δούλου μορφῇς Πάντη
γὰρ οἶμαι πρόδηλον εἶναι, ὁτιή θεία δύναμίς τε καὶ
φύσις πανταχοῦ οὖσα, καὶ διὰ πάντων διήκουσα, καὶ
τοῦ παντὸς περιδεδραγμένη , ούκ ἂν εἰκότως πέμ-
πεσθαι λέγοιτο. Ού γάρ ὲστί τι κενὸν ἔξω ταύτης, ἐν·
ᾧ πρότερον μὴ οὖσα, ὃταν πεμφθῇ, παραγένηταιο
ἀλλά τῇ συντηρητικῇ δυνάμει διακρατοῦσα τὸ πᾶν,
ούκ ’ἔχει είς ὃ μεταχωρήσει, αύτὴ τοῦ παντὸς οὖσα
πλή ρω μα.
Ἡ τοίνυν πρὸς τδ ἡμέτερον ταπεινόν τε καὶ ἀσθε-
νὲς τοῦ Υίοῦ τοῦ Θεοῦ κάθοδος, κατά γνώμην τοῦ
Πατρὸς γεγενημένη, ἀποστολὴ λέγεται. Ἦ γὰρ ἐκ
τῆς ἀκηράτου φύσεως πρὸς τὴν ἡμετέραν ζωὴν μετά-
στασις ού τοπικὴν ποιεῖται τοῦ Κυρίου τὴν κίνησιν,
ἀλλὰ τὴν ἀπὺ τοῦ ὕψους τῆς δόξης πρὸς τὸ ταπεινὸν
τῆς σαρκὸς ἐνδείκνυται κάθοδον. Κατέδη τοίνυν καὶ
ἐφάνη οὐ γυμνὸς 6 Λόγος, ene. σὰρξ γενόμενος · οὐχ
ἡ τοῦ Θεοῦ μορφὴ καθ’ ἑαυτὴν, ἀλλ’ ἐν τῇ τοῦ δούλου
μορφῇ θεωρούμενος. Οὗτος οῦν ἐστιν, 6 εἰπὼν μὴ
δύνασθαὶ τι ἀφ’ ἑαυτοῦ ποιεῖν, δῆλον ὅτι καθὸ γέγονε
σάρξ ο τὸ γὰρ μὴ δύνασθαι, ἀσθενείας ὲστίν. Ὠς γὰρ
τῷ φωτί τὸ σκότος, καὶ 6 θάνατος τῇ ζωῇ, οὕτω τῇ
ιι Joan. Χ, 50. ¹⁶ Matth. XI , 27.
ιο JOan. ν, 19. ¹¹ Joan. 311,49. ²² toan. xx,