PG 46, col. 597
In inglese: On the Baptism of Christ 1
ὑποϐολιμαῖος, τὴν πατρικὴν εὐγένειαν ἐπὶτῶν ἔργων
ψευδόμενοςΔιό μοι δοκεῖ καὶ αὐτὸς ὁ Κύριος ἐν Εύαγ-
γελίοις τοὺς τοῦ βίου κανόνας διατάττων ἡμῖν, ὲκεί-
νοις χρῆσθαι πρὸς τοὺς μαθητευομένους τοῖς λόγοις,
Καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, προσεύχεσθε
ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καί διωκόντων,
ὅπως γένησθε υἱοί τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν 01'2-
ρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονη-
ροὺς καί ἀγαθοὺς, καὶ ,βρέχει ἐπὶ δικαίους καὶ
ἀδίκους. Υἰοὺς γάρ τότε γίνεσθαι λέγει, ὅταν τῆς
πατρικῆς άγαθότητος τὴν ὁμοίωσιν ἐν τῇ πρὸς τοὺς
ὁμοφύλους φιλανθρωπίᾳ τοῖς οἰκείοις λογισμοῖς ὲν-
τυπώσωνται.
cum similitudinem paternae bonitatis, humanitatem erga populares et proximos prastando, sensibus
suis et cogitationibus impresserint.
Διά τοῦτο καὶ μετά τὸ τῆς υἱοθεσίας ἀξίωμα, καὶ
ὁ διάϐολος ήμῖν ἐπιϐουλεύει σφοδρότερον· βασκάνῳ
τηκόμενος ὀφθαλμῷ, ὅταν βλέπῃ τοῦ νεογενοῦς ἀν-
θρώπου τὸ κάλλος, σπεύδοντος πρὸς τὴν ἐπουράνιον
πολιτείαν, ἀφ’ ἧς ἐκεῖνος ἐξέπεσε · καὶ πυρώδεις ήμῖν
ἐτεγείρει τοὺς πειρασμοὺς, συλῆσαι σπουδάζων καὶ
τὴν δευτέραν ἐπικόσμησιν, ὡς τὸν κόσμον τὸν πρό-
τερον. Ἀλλ’ ὅταν αἰσθώμεθα τῶν ἐκείνου προσδολῶν ,
προσῆκε τὴν ἀποστολικὴν ῥῆσιν ἑαυτοῖς ἐπιλέγεινο
Ὅσοι είς Χριστὸν ἐϐαπτίσθημεν, εἰς τὸν θάνατον
αὐτοῦ ἐϐαπτίσθημεν. Εἰ δὲ σύμμορφοι τοῦ θανάτου
γεγόναμεν, νεκρά πάντως λοιπὸν ἐν ἡμῖν ἡ ἁμαρ· C
τία, τῷ σειρομάστῃ διελαθεῖσα τοῦ βαπτίσματος, ὼς
ὁ πόρνος ἐκεῖνος παρά ζηλωτοῦ τοῦ Φινεές. Φεύγε
τοίνυν ἀφ’ ήμῶν, δυσώνυμε · νεκρὸν γὰρ θέλεις συ-
λεύειν, τὸν πάλαι σοι συνταξάμενον, τὸν ἀπολέσαντα
πάλαι πρὸς τὰς ήδονάς τάς αἰσθήσεις.¹ Νεκρὸς σωιι
μάτων οὐκ ἐρᾷ, νεκρὸς οὺχ ἁλίσκεται πλούτῳ, νε-
κρὸς οὐ συκοφαντεῖ, νεκρὸς οὐ ψεύδεται, οὐχ ἀρπά-
ζει τά μὴ προσήκοντα, οὐ λοιδορεῖται τοῖς προστυγχά-
νουσι. Πρὸς ἄλλην μοι ζωὴν ὁ βίος ἐκανονίσθη·
ἐπαιδεύθην τῶν ἐγκοσμίων καταφρονεῖν, τά γήϊνα
παρατρέχειν, καὶ σπεύδειν πρὸς τὰ οὐράνια, καθὼς
καὶ Παῦλος διαρρήδην μαρτύρεται, ὅτι κόσμος
ἐκείνῳ ἐσταύρωται, κάκεῖνος τῷ κόσμῳ. Ταῦτα ψυ-
χῆς ἀληθῶς ἀναγεννηθείσης τὰ ῥήματα · αὗται τοῦ
νεπελοῦς ἀνθρώπου φωναὶ, τοῦ μεμνημένου τῆς ol-
κείας ὁμολογίας, ῆν ἐν τῇ παραδόσει τοῦ μυστη-
ρίου πρὸς Θεὸν ἐποιήσατο, πάσης καὶ τιμωρίας καὶ
ἡδονῆς ὑπὲρ τῆς εἰς αὑτὸν ἀγάπης καταφρονεῖν
ὑποσχόμενος. Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τήν
ἰεράν τῆς ἡμέρας ὑπόθεσιν, ἢν ὁ κυκλωθεὶς ἐνιαυτὸς
τεταγμέναις πρὸς ἡμᾶς ήνεγκε περιόδοις. Καλὸν δέ
ιλοιπὸν τῷ φιλανθρώπῳ τῆς τοσαύτης δωρεᾶς χορηγῷ
προσαναπαύσαι τὸν λόγον, φωνὴν ὀλίγην ὑπὲρ πρα-
γμάτων μεγάλων τὴν ἀμοιϐὴν ἀντεισφέροντας. Σὺ
γὰρ ἀληθῶς ὑπάρχεις, Δέσποτα, καθαρά καὶ ἀένναος
τῆς ἀγαθωσύνης πηγὴ, ὂς ἀπεστράφης ἡμᾶς δικαίως,
⁸³ Matth. ν, tt, 45.
“ Rom. ",3. " Num. xxv, 8 sqq.