PG 46, col. 605

μὴ ὄντος, νὺξ δὲ οὐκ ἐστι τῷ μηδὲ σκότος εἶναι. Τὸ
γάρ σκότος ἐκάλεσεν 6 Θεὸς νύκτα, καθώς φησι
Μωῦσῆς.
Ἐπεὶ οὖν κατὰ μέν τὸν χρόνον, νὺξ, κατὰ
δέ τὸ φῶς, ήμέρα ⁸ τούτου ἕνεκέν φησιν 6 Προφή-
_ τηςο Καὶ Οὐχ ἡμέρα, καὶ οὐχί νύξ. Ei οῦν μήτε
νὺξ, κατὰ τὸν Προφήτου λόγον, 6 καιρὸς οὗτός ἐστιν,
ἄλλο τι παρὰ ταῦτα πάντως ὴ παροῦσα χάρις
ἐστὶ καὶ ὀνομάζεται. Βούλεσθε εῐπω ὃ ἐντεθύμημαι ;
Αὕτη ἐστὶν ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος ⁶ ἄλλη
παρὰ τὰς ἐν ἀρχῇ ἐστιν α’ύτη. Ἐν ταύτῃ γὰρ ποιεῖ 6
Θεὸς τῇ ἡμέρα οὐρανὸν καινὸν, καὶ γῆν καινὴν,
καΘῶς ’φησιν .6. Προφήτης. Ποῖον 1 οὐρανόν; τὸ Β
ρέωμα τῆς είς Χριστὸν πίστεως ⁸ ποίαν γῆν; τὴν
ἀγαθὴν καρδίαν φημὶ, καθὼς εἶπεν ὁΚύριος, τὴν
γῆν τὴν πίνουσαν τὸν ἐπ’ αὐτῇ ἐρχόμενον ὑετὸν, καὶ
τὸν πολύχουν στάχυν ἁδρύνουσαν. Ἐν ταύτῃ τῇ κτί-
σει, ἥλιος μέν ἐστιν 6 καθαρὸς βίος ο ἄστρα δέ, αἱ
ἀρεταί· ἀὴρ δὲ, ἡ διαφανὴς πολιτεία ° Θάλασσα δέ, τὸ
βάθος ἐστί τοῦ πλούτου τῆς σοφίας τε καὶ γνώσεωςο
πόαι καὶ βλαστήματα, ἡ ἀγαθὴ διδασκαλία καὶ τὰ
Θεία δόγματα , ἅπερ 6 λαὸς τῆς νομῆς , τουτέστιν ἡ
ποίμνη τοῦ Θεοῦ ἐπινέμεται ο δένδρα δὲ ποιοῦντα καρ-
πὸν, ή τῶν ἐντολῶν ἐργασία. Ἐν ταύτῃ κτίζεται 6
ἀληθινὸς ἄνθρωπος, ὁ κατ’ εἰκόνα γενόμενος Θεοῦ
καὶ ὁμοίωσιν. τΔρὸι σοι οὐ κόσμος γίνεται ἡάρχῆ
αῦτη, Ἡ ἡμέρα, ἢν ἐποίησεν d K-dptoc; Περὶ ἧς
φησιν 6 προφήτης Ζαχαρίας, ὅτι οὗτε ἡμέρα κατὰ
τὰς ἄλλας ἡμέρας, οὔτε νὺξ κατὰ τὰς ἄλλας νύκτας.
Καὶ οὔπω τὸ ἐξαίρετον τῆς παρούσης χάριτος 6 λόγος
ἐκήρυξεν. Αὕτη ἔλυσε τὴν τοῦ Θανάτου ὠδῖνα. Αὕτη
τὸν τῶν νεκρῶν πρωτότοκον ἐμαιεύσατο. Ἐν ταύτῃ
συνετρίϐησαν αἱ σιδηραῖ τοῦ Θανάτου πύλαι. Ἐν
ταύτῃ oi χαλκοῖ τοῦ ᾅδου μοχλοὶ συνεθλάσθησαν.
Νῦν ἀνοίγεται τοῦ θανάτου τὸ δεσμωτήριον. Νῦν κη-
ρύσσεται τοῖς αἰχμαλώτοις ἡ ἄφεσις. Νῦν γίνεται
τοῖς τυφλοῖς ήὰνάὸλεψις. Νῦν τοῖς ἐν σκότει καὶ
σκιᾷ Θανάτου καθημένοις, ἡ ἐξ ὕψους ἀνατολὴ ἐπι-
σκέπτεται. Βούλεσθέ τι καὶ περὶ τῆς τριημέρου προ-
Θεσμίας μαθεῖν ; Ἀρκεῖ τοσοῦτον μαθεῖν, ὅτι ἐν οὔτι
ὀλίγῳ τῷ χρονικῷ διαστήματι, ἥρκεσενή παντοδύναο
μος σοφία ἐν τῇ καρδίᾳ τῆς γῆς γενομένη 6 Κύριος
τὸν μέγαν ἐκεῖνον νοῦν τὸν ἐν αὐτῇ διαιτώμενον κα
ταμωρᾶναι. Οῦτω γὰρ ὁ Προφήτης αὑτὸν κατονομάη
ζει , μέγαν νοῦν αὐτὸν ἀποκαλῶν καὶ Ἀσσύριον-
Ἐπεὶ οὖν ἐστία τίς ἐστι τοῦ νοῦή καρδία (ἐν ταύτπ
γὰρ τὸ ἡγεμονικὸν εἶναι πιστεύεται), διὰ τοῦτο γίνε-
ται ἐν τῇ καρδίᾳ τῆς γῆς 6 Κύριος, ἥτις ἐστὶ το
νοῦ ἐκείνου οὐράνιον ἐνδιαίτημα · ὥστε τὴν βουλὶ
αὐτοῦ μωρᾶναι, καθὼς ὁΙΙροφήτης φησὶ, καὶ δράξα-
σθαι τὸν σοφὸν ἐν τῇ πανουργίᾳ αὐτοῦ καὶ περιτρέ-
ψαι αὐτῷ πρὶς τδ ἐναντίον τὰ σοφὰ ἐγχειρήματα.
Ἐπειδὴ γὰρ ἀμήχανον ἦν τὸν ἄρχοντα τοῦ σκότον.
’⁷ Zach. xlv, 7. ⁸⁸ Gen. ι, 5. ¹⁹ Psal. cxvn, SM.
” lsa. uix, Η. ’⁸ Job v, 13,.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.