PG 46, col. 625

παράγει τὸ σχῆμα · τὸ δὲ ὶῶτα ἐκ τοῦ νόμου, καὶ
ὴ κεραιά οὐ παραδέχεται. Ἦ ὲγκάθετος γραμμὴ. ἡ
ᾰνωθεν ἐπὶ τὸ βάθος καθήκουσα, ἰῶτα λέγεται ⁸ ἡ δὲ
ἐγκαρσίως ἀγομένη διὰ πλαγίου, κεραία ὀνομάζεται,
καθὼς ἔστι καὶ παρὰ τῶν ναυτιλλομένων τοῦτο μα·-
θείν. Τὸ γάρ ξύλον τὸ διὰ πλαγίου τῷ ίστῷ ἐπικείμε-
νιν, οὗ καὶ τὴν ὀθόνην ὲξαπλοῦσι, κεραίαν λέγουσιν,
ἐκ τοῦ σχήματος ὀνομάζοντες. Διό μοι δοκεῖ πρὸς τοῦτο
βλέπειν ἡ θεία τοῦ Εὑαγγελίου φωνή’ ὅτι ἐκεῖνό ἐστιν
ὲν τὰ πάντα συνέστηκε, τὸ τῶν ἐν αὑτῷ περικρα-
τουμένων ἀῖδιὼτερον, ὃ τὴν ἑαυτοῦ δύναμιν τὴν συν-
πρητικὴν πάντων τῶν ὄντων, οἷον δι’ αἰνίγματος
καὶ ἐσόπτρου τινὸς τοῦ κατὰ τὸν σταυρὸν σχήματος
ὑποδείκνυσι. Διά δὴ τοῦτό φησιν,-ὃτι δεῖ τὸν Υίὸν
τοῦ ἀνθρώπου, οὐχ ἁπλῶς ἀποθανεῖν, ἀλλά σταυρω-
θῆναι, ἵνα γένηται τοῖς διορατικωτέροις Θεολόγος ὁ
σταυρὸς τὴν παντοδύναμον ἐξουσίαν τοῦ ἐπ’ αὑτῷ
δειχθέντος, καί πάντα ὲν πᾶσιν ὄντος, ἀνακηρύσσων
τῷ σχήματι. Μὴ παρασιωπήσωμεν, ἀδελφοὶ, μηδὲ τὸν
εὐσχήμονα βουλευτὴν ἐκεῖνον, τὸν ἀπὸ Ἀριμαθίας
Ἰωσὴφ, ὃς δῶρον τὸ ἄχραντον καὶ ἆγιον ἐκεῖνο σῶμα
λαϐὼν, καθαρὰν περιτίθησιν αὑτῷ σινδόνα, καὶ καθα-
ρῷ μνημείῳ ἐναποτίθεται. Νόμος ἡμῖν ἔστω τὸ τοῦ
εὐσχήμονος ἐκείνου. βουλευτοῦ ἔργον τοῦ καὶ ἡμᾶς
ὁμοίως βουλεύεσθαι, ὅταν λάϐωμεν ἐκεῖνο τὸ δῶρον
του σώματος, μὴ ἐῤῥυπωμὲνῃ τῇ τῆς συνειδήσεως
σενδόνι λαμϐάνειν, μηδὲ ὀδωδότι ἐξ ὀστέων νεκρῶν
καὶ πάσης ἀκαθαρσίας τῷ μνήματι τῆς καρδίας
ἐναποτίθεσθαι ° ἀλλὰ, καθώς φησιν ὁ Ἀπόστολος,
δοκιμάζειν ἕκαστον ἑαυτὸν, ἵνα μὴ κρῖμα ἡ χάρις
γένηται τῷ ἀναξίως δεχομένῳ τὴν χάριν. Ἀλλά γὰρ
μεταξὺ λέγων αίσθάνομαι τῇ φωτεινῇ στολῇ τοῦ ἀγ-
γέλου καταστραπτόμενος, καί μου διασείει ὑφ’ ἡδονῆς
τὴν καρδίαν ὁ γλυκὺς ἐκεῖνος σεισμὸς, ό τὸν βαρὺν
λίθον τοῦ ἀνθρωπίνου μνήματος ἁποκυλίων, δι’ οὗ
ἀνοίγεται πᾶσιν ἡ θύρα τῆς ἀναστάσεως. Δράμωμεν
καὶ ἡμεῖς ἐπὶ τὴν Θὲαν τοῦ παραδόξου θεάματος·
διαγέγονε γάρ ἢδη τὸ Σάϐϐατον· μὴ κατόπιν τῶν
γυναικῶν ἀπαντήσωμεν. Ἔσται καὶ ὲν ταῖς ἡμετέ-
par; χερσὶ τὰ ἀρώματα,ή πίστις καὶ ἡ συνείδησις.
Αὕτη γὰρ τοῦ Χριστοῦ ἐστιν ἡ εὐωδία. Μηκέτι μετᾶ
τῷν νεκρῶν τὸν ζῶντα ζητήσωμεν. Τὸν γὰρ οὕτως
κετὸν ζητοῦντα, ἀπωθεῖται ὁ Κύριος, λέγων· Μή μου
εἲπεου ⁸ ἀλλ’ ὅταν ἀναϐῶ πρὸς τὸν Πατέρα, τότε σοι
Eas-etv ἅπτεσθαι. Ἀκούσωμεν τί εὐαγγελίζεται καὶ
ἡ γυνὴ ἡ προλαϐοῦσα τὸν ἄνδρα διὰ τῆς πίστεως, καὶ
caldi; τοῦτο ποιήσασα, ἵνα διά τοῦ κατάρξασθαι
τρὶς τὺ ἀγαθὸν περ)⁴ τῆς τοῦ κακοῦ αἰτίας ἀπολογή-
mtas. Τί οῦν ἐστι τὸ τῆς γυναικὸς Εὐαγγέλιον; ’ον-
vo; οὐκ ἐξ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλὰ διὰ
Iacto?) Χριστοῦ. ’Λκουε γὰρ, φησιν, ὅ ἐντέταλται
μῖν ὁ Κύριος arpi; ὑμᾶς εἰπεῖν, ὑμᾶς οὒς καὶ ἀδελ-
’ῡὺς αὑτοῦ κατθνομάζει, ὃτι Πορεύομαι πρὸς τὸν
“ l Cor. vn, 5|. ⁸⁷ Matth. v, 18. ³⁸ l Cor. xv, ‘28. ⁸⁹ 1 Cor. xi, 9.8. “Juno. xx, Π. ⁸⁸ ibid.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.