PG 46, col. 697

τάξεως ἀεὶ τὸ τέλειον προσλαμϐάνοντας, οὑτως ἐπὶ
τὸ πέρας φθάσαι τῆς τελειότητος. Τὸ μὲν γὰρ σῶζον
ἡμᾶς ὴ ζωοποιός ἐστι δύναμις, ὲν ὀνόματι Πατρὸς,
καὶ Υίοῦ , καὶ ἁγίου Πνεύματος πιστευομένη. Ol δὲ,
τοῦ παντὸς ὰχὼρητοι διὰ τὴν γεγενημένην αὑτοῖς ἐκ
τοῦ λιμοῦ τῶν ψυχῶν ἀσθένειαν, πρότερον ὲκ τῆς
πολυθεῖας ὑπὸ τῶν προφητῶν τε, καὶ τοῦ νόμου με·
τατεθέντες, είς μίαν θεότητα βλέπειν ἐθίζονται, καὶ
ἐν τῇ μιᾷ θεότητι μόνην τὴν τοῦ Πατρὸς δύναμιν κα-
τανοοῦσιν, ἀχὼρητοι, καθὼς εἷπον, ὄντες τῆς τελείας
τροφῆς. Εἶτα διὰ τοῦ Εὑαγγελίου καὶ ὁ μονογενὴς
Υἱὸς (5) τοῖς διὰ τοῦ νόμου προτετελειωμένοις ἀπο-
κα).ὑπτεται, μετὰ τοῦτο παραγίνεται ἡμῖν ἡ τελεία
τῆς φύσεως ἡμῶν τροφὴ, τὸ Πνεῦμα τὸ ἆγιον, ἑν ᾧ
861w ή ζωή. Δὺτη τῆς ἑορτῆς ἡ ὑπόθεσιςο διὰ ταῦτα
καλῶς εχει, χορευτὰς ἡμᾶς γενομένους τοῦ Πνεῦμα-
τος, πείθεσθαι τῷ κορυφαίῳ τῆς πνευματικῆς ταύ-
της (6) χοροστασίας Δαϐὶδ τῷ λέγοντι· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· '0 δὲ Κύριος τὸ πνεῦμά
ἐστι, καθώς φησιν ὁ Ἅπόστολος.
Σήμερον γὰρ κατὰ τὴν ἐτήσιον τοῦ ἔτους περίοδον
τῆς πεντηκοστῆς συμπληρουμένης, κατὰ τὴν ὥραν
ταύτην, εῐγε περὶ τὴν τρίτην ῶραν τῆς ἡμέρας ἐσμὲν,
ἐγένετο ή ἀνεκδιήγητος χάρις. Κατεμίχθη γὰρ πάλιν
τοις ἀνθρώποις τὸ Πνεῦμα, ὅπερ (7) πρότερον διὰ τὸ
γενέσθαι σάρκα τὸν ἄνθρωπον τῆς φύσεως ήμῶν
ἀπεφοίτησε ο καὶ διὰ τῆς βιαίας ἐκείνης πνοῆς, τῶν
πνευματικῶν τῆς πονηρίας δυνάμεων, καὶ πάντων C
τῶν ῥυπαρῶν δαιμονίων ἀποσκεδασθέντων ἀπὸ τοῦ
ἀέρος, ἑν τῇ καθόδῳ τοῦ Πνεὺματος, πλήρεις τῆς
θείας δυνάμεως, ὲν εἴδει πυρὸς, οἱ ὲν τῶ ὑπερῴῳ
καταλειφθέντες ἐγένοντοο οὐδὲ γάρ ἐστι δυνατὸν ἄλλως
μέτοχον Πνεὺματος ἁγίου γενέσθαι τινα, μὴ τῷ ὑπερ-
ὠῳ τῆς ζωῆς ταύτης ὲνδιαιτῶμενον. Ὅσοι γὰρ τὰ
ἄνω φρονοῦσι, μεταθέντες ἑαυτῶν ἀπὸ γῆς είς οὑ-
ρανὸν τὸ πολίτευμα, τοῦ ὑπερῴου τῆς ὑψηλῆς πολι-
τείας ὅντες οἰκήτορες, ἐν μετουσίᾳ τοῦ ἁγίου Ilvati-
ματος γίνονται. Οὕτω γάρ φησιν ή ἱστορία τῶν Πρά-
ξεων, ὃτι συνηγμένων αὑτῶν ὲν τῷ ὑπερὼῳ, τὸ κα-
θαρὸν ἐκεῖνο καὶ ᾶῦλον πῦρ ἐίς εἴδη γλωσσῶν, κατὰ
τὸν ἀριθμὸν τῶν μαθητῶν, διασχίζεται.Ἐκεῖνοι μὲν
οὖν Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, καὶ τοῖς
λοιποῖς ἔθνεσι διελέγοντο, κατ’ ἐξουσίαν πρὸς πᾶσαν
ἐθνικὴν γλῶσσαν τὰς ἑαυτῶν φωνὰς μεθαρμόζοντες -
Ἐγὼ δὲ, καθώς φησιν ὁ ’Λπόστολος, θέλω πέντε
λόγους ἐν Ἐκκλησία τῷ νοΐ μου λαλῆσαι, ἵνα
καί ἄλλους ὠφελήσω, ἣ μυρίους λόγους ἐν γλώσ-
σῃ. Τότε μὲν χρήσιμον τὸ ὁμόφωνον γίνεσθαι τοῖς
ἀλλογλώσσοις, ὡς ἂν μὴ ἀνενέργητον εῐη τὸ κήρυγμα
τοῖς ἀγνοοῦσι, τῇ φωνῇ τῶν κηρυσσόντων ἐμποδιζό-
μενον ⁸ νῦν μέντοι τῆς κατὰ τὴν γλῶσσαν ὁμοφωνίας
¹ ll Cor. ιιι, Π. ³1 Cor. xw, l9.
(5) Zinus legit Θεὸς, atque Ita etiam alter Vatic.
codex legit.
(li) Pronomcn ταύτης non crat in Zini codice,

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.