PG 46, col. 705

πάλιν τῆς Ἐκκλησίας οἰκοδομῇ, εἰς ὁμοφωνίαν ὲλθείνο
καὶ διά τοῦτο καλῶς ἐντεῦθεν ὴ τοῦ ἁγίου Πνεύματος
οἰκονομία τῆς χάριτος ἄρχεται· ὥστε τὴν κοινὴν τῶν
ἀνθρώπων εὐεργεσίαν, είς πᾶσαν διάνοιαν τῆς άν-
θρωπίνης καταμερίσαι φωνῆς, ἴνα μὴ μιᾷ γλώσσῃ
μόνῃ τὸ κήρυγμα τῆς εὐσεόείας ὲναποκλειόμενον,
ἄπρακτον τοῖς ἀλλογλώσσοις μείνῃ καὶ άνενέργητον.
Ἤδη τοίνυν τῶν μὲν Φαρισαίων καὶ ταῖς ίδίαις
ἀκοαῖς ἀπιστούντων , καὶ τοὺς ἐκπεπληγμένους τὴν
θαυματουργίαν διεσφάλθαι καταχλευαζόντων , ὡς
γλεύκους αὐτοῖς τὴν τοιαύτην παραφορὰν ἐμποιή-
σαντος ⁸ τοῦ δὲ Πέτρου μιᾷ τοῦ λόγου περιδολῇ τρισ-
χιλίας ψυχάς τῷ Χριστῷ σαγηνεύσαντος, καὶ κα-
θεξῆς ἀεὶ τῇ προσθήκῃ τῶν σωζομένων τῆς Ἐκκλη-
σίας είς πλῆθος ἐπιδιδούσης ο καὶ τοῦ ὲκ γενετῆς χω-
λοῦ πάλιν τὴν ὡραίαν τοῦ ίεροῦ πύλην τοῖς σωζομέ-
νοις ἀνοίξαντος, προσκαθήμενος τῷ καθ’ ἑαυτὸν
θαύματι τῆς ίάσεως , τοὺς κατά ψυχὴν χωλεύοντας
ἐπὶ τὴν πίστιν ὲχειραγώγησε. Πολλῶν τοίνυν πρὸς τὸ
κήρυγμα τῆς πίστεως συρρεόντων, καὶ τῆς χρείας
πλείονα τὴν πολυχειρίαν ἐπιζητούσης τῶν διακονούν-
των τῇ χάριτι ν τότε καλεῖται πρὸς ἐπικουρίαν τῶν
ἀποστόλων ὑπὸ τοῦ Πνεύματος 6 πολὺς τῇ σοφίᾳ καὶ
τῇ χάριτι Στέφανος. Καὶ μηδεὶς τῷ τῇς διακονίας
ὀνόματι, δευτερεύειν αὐτὸν παρὰ τὴν άποστολικὴν
ἀξίαν ὑπονοείτω · ἐπεὶ καὶ Παῦλος ἑαυτὸν οἶδε διάκο-
νον μυστηρίων Χριστοῦ, καὶ 6 τοῦ παντὸς Κύριος, 6
διά σαρκὸς τὴν ἀνθρωπίνην σωτηρίαν οἰκονομῶν, οὐκ
ἐπῃσχύνθη τῷ τῆς διακονίας ὀνόματι, εἰπών’ ὲν
μέσοις εἶναι,ὡς 6 διακονῶν, 6 τὰς διαιρέσεις τῶν
διακονιῶν ἐνεργῶν, ῶς φησιν 6 Ἀπόστολος. Καθάπερ
γάρ τὸ πῦρ τῆς ἐπιτηδείας ὕλης δραξάμενον, εἰς
ὕψος αίρει τὴν φλόγα, καὶ περιφανεστέραν τὴν αὐγὴν
ἀπεργάζεται ⁸ οὕτω τὸ Πνεῦμα τὸ ἆγιον, ὲν τῇ τοῦ
Στεφάνου μεγαλοφυῒᾳ γενόμενον, ὲκδηλοτέρας ἐποίει
τὰς ἀκτῖνας τῆς χάριτος. Διὸ πάντες πρὸς αὑτὸν
ἀφεώρων, ὲν ὅσοις ἦν γνώσεώς τινος μετουσία καὶ
παιδεύσεως · καλ⁸ κατά συστάσεις oi τῶν λοιπῶν δο-
κοῦντες πλέον ἔχειν, οἷον είς φάλαγγας τινας δι’ άλ-
λήλων καταπυκνούμενοι, οὕτως ὑπομένειν ἐπειρῶντο
τοῦ Στεφάνου τὴν προσϐολήν. Ὀ δὲ πᾶσιν ἐπίσης
ἄμαχος ἦν, καὶ πολλοῖς συμμίσγων κατ’ αὑτὸν καὶ
ἐλάττοσιν. Ἐν τούτῳ τοίνυν, τὸ μὲν φαινόμενον,
Ἀλεξανδρεῖς καὶ Λιϐερτίνοι καὶ Κυρηναῖοι καὶ οἱ
πανταχόθεν ἦσαν ἄνθρωποι πρὸς τὸν τῆς ἀληθείας
ἀγωνιστὴν συμπλεκόμενοι ο 6 δὲ διὰ τοῦ φαινομένου
νοούμενος, 6 πατὴρ τοῦ ψεύδους ἦν, δι’ ἀνθρωπίνων
προσώπων πρὸς τὴν ὲν τῷ Στεφάνῳ λαλουμένην ἀλή-
θειαν ἑαυτὸν ἀντεγείρων. Ἀλλ’ ἡ μὲν ἀλήθεια κατά
τοῦ ψεύδους τροπαιοφόρος ἦν, καλῶς τρεψαμένου
τοῦ ἀριστέως πάντας τοὺς προαγωνιστὰς τῆς ἀπά-
της ο 6 δὲ δίακονος τῆς ἀληθείας παρὰ τοῦ ἐχθροῦ
² Act. ιι, di. ³ Act. ιιι, sqq. ‘ Aet. γι, 5. ⁸1

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.