PG 46, col. 742

τὸν ἀντὶ πάθους ἐνὸς, καὶ μιᾶς εὐσεϐοῦς ὁμολογίας,
τοσαύτας σοι τὰς ἀμοιϐάς χαρισάμενον · κεύφραν-
θείης δὲ τῷ αἵματι καὶ τῇ τού πυρὸς ἀλγηδόνι. Ὄσους
γὰρ εἶχες τότε λαοὺς τῆς τιμωρίας θεατάς, τοσούτους
νῦν τῆς τιμῆς ἔχεις ὑπηρέτας. Χρῄζομεν πολλῶν εὐ-
εργεσιῶν ο πρέσϐευσον ὑπὲρ τῆς πατρίδος πρὸς τὸν
κοινὸν βασιλέα · πατρὶς γάρ μάρτυρος, τοῦ πάθουςή
χώρα · πολῖται δὲ καὶ συγγενεῖς. οἱ περιστείλαντες
καὶ ἔχοντες καὶ τιμῶντες. ’Υιρορὼμεθα θλίψεις, προσο
δοκῶμεν κινδύνους, οὐ μακρὰν οί ἀλιτήριοι Σκύθαι
τὸν καθ’ ἡμῶν ὡδίνοντες πόλεμονο ὡς στρατιώτης
ὐπερμάχησον · ὼς μάρτυς ὑπὲρ τῶν ὁμοδούλων χρῆ-
σαι τῇ παρρησία. Et καὶ⁹ ὑπερέϐης τὸν βίον, ἀλλ’
οἶδας τὰ πάθη καὶ τὰς χρείας τῆς άνθρωπότητος ·
αἴτησον εἰρήνην, ἵνα αἱ πανηγύρεις αὗται μὴ λήξωο
σιν, ἵνα μὴ κωμάσῃ κατὰ ναῶν ἦ θυσιαστηρίιυν
λυσσῶν καὶ ἄθεσμος βάρϐαρος , ἵνα μή πατήσῃ τά
ἅγια βέϐηλος. Ἡμεῖς γάρ καὶ ὑπὲρ ὧν ἀπαθεῖς
ἐφυλάχθημεν, σοὶ λογιζόμεθα τὴν εὐεργεσίανο αἰτοῦ-
μεν δὲ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν. Ἂν χρεία
γένηται καὶ πλείονος δυσωπίας, ἄθροισον τὸν xor)»
τῶν σῶν ἀδελφῶν τῶν μαρτύρων, καὶ μετὰ πάντων
δεήθητι· πολλῶν δικαίων εὐχαὶ, λαῶν καὶ δήμων
ἁμαρτίας λυσάτωσαν ⁸ ὑπόμνησον Πέτρον, διέγειρον
Παῦλον, Ἰωάννην ὁμοίως τὸν θεολόγον καὶ φιλούμε-
νον μαθητήν’ ἶν’ ὑπὲρ τῶν Ἐκκλησιῶν ἃς συνεστήο
σαντο μεριμνήσωσιν, ὑπὲρ ὧν τὰς ἁλύσεις ἑφόρεσαν,
ὑπὲρ ὧν τούς κινδύνους καὶ τοὺς θανάτους ἤνεγκαν·
μὴ είδωλολατρεία ἄρῃ καθ’ ήμῶν κεφαλὴν , μὴ αἱ-
ρέσεις ὼς ἄκανθαι τῷ ἀμπελῶνι ὐποϐλαστήσωσι,
μὴ ζιζάνιον ὲγερθὲν πνίξῃ τὸν σῖτονο μή τις πέτρα
γένηται καθ’ ήμῶν λειπομένη τῆς πιότητος τῆς άληο
θινῆς δρόσου, καὶ ἄριξον ἀποδείξῃ τῆς εὐκαρπίας
τοῦ λόγου τὴν δύναμιν· ἀλλὰ τῇ δυνάμει τῆς σῆς
πρεσϐείας καὶ τῶν σὺν σοὶ, θαυμαστὲ, καὶ ὑπερλάμ-
πον ὲν τοῖς μάρτυσι λήϊον ἀποδειχθείη τὸ τῶν X9:-
στιανῶν πολίτευμα μέχρι τέλους μένον, ἐν τῇ λιπαρᾷ
καὶ εὐκάρπῳ τῆς ὲν Χριστῷ πίστεως άρούρᾳ ἀεὶ καρ-
ποφοροῢν τὴν αἰώνιον ζωὴν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ
Κυρίῳ ήμῶν. Μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύ-
ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.