PG 46, col. 802

6 τοῦ ἡλίου δρόμος , ὲκ τῶν τῆς Περσίδος ὅρων, εἰς
Βρεττανούς τε καὶ τά ἔσχατα τοῦ Ὠκεανοῦ παρα-
τείνων. Καὶ τῆς μὲν πρὸς τὸν Ἡρώδην παρρησίας
ἦν 6 σκοπὸς. μὴ παρανομεῖν κατά γυναίου τινὸς,
ἀλλά κολάζειν ἐφ’ ἑαυτοῦ τὴν ἐπιθυμίαν, ὡς ἀπειρη-
μένην τῷ νόμῳ. 'H δὲ πρὸς Οὐάλεντα τοῦ διδασκά-
λου παρρησία τίς ἦν ; ’Ᾱσυλόν τε καὶ ἀμίαντον τὴν
πίστιν ὲᾷν, ἧς ή παρανομία πάσης τῆς οἰκουμένης
ἀγος ἐγίνετο. Ἀντιθέτω τοίνυν ό δίκαιος τῶν πρα-
γμάτων ἐξεταστὴς τήν τε δυναστείαν τῇ δυναστεία,
καὶ τὸν σκοπὸν τῆς παρρησίας ταύτης πρὸς τὴν
παρρησίαν ἐκείνην. Ἑκεί μὲνγὰρ ὲν τῷ σώματι τοῦ
Ἡρώδου τὸ ἄγος περιωρίζετο· ἐνταῦθα δὲ πάσης
ἦν ἀδικία τῆς ἀνθρωπίνης φύσεως , ἡ παρανομία τῆς
πίστεως. Ἐκεῖνος μέχρι θανάτου ἐμμένει τῇ παρρη-
σίᾳ ο καὶ τούτῳ πέρας τῆς παρρησίας ἐξορία γίνε⁸
ται , τοῦτο τοῦ βασιλέως ἀντί τῆς ὲπιθανατίου ψήφου
καταδικάσαντος. Ἀλλά καὶ Ἰωάννης ἀποθανὼν ζῇν
ἐπιστεύετο ⁸ καὶ Βασιλείῳ παρ’ αὐτῶν τῶν ἐχθρῶν fl
τῆς ἕξορίας ἀναλύεται ψῆφος , οὐδὲν διὰ τῆς ἀπειλῆς
μαλακισθέντι περὶ τὴν ἔνστασιν. Ἆρα τολμήσαιμεν
καὶ ἐπὶ τὸν ὑψηλὸν Ἠλίαν ἀναϐῆναι τῷ λόγῳ , καὶ
δεῖξαι τὸν καθ’ ἡμᾶς διδάσκαλον πρὸς τὴν ἐκείνου
χάριν τῷ βίῳ τῷ καθ’ ἑαυτὸν ὁμοιούμενον; Ἀλλά
τὴν μὲν ἐπὶ τοῦ φλογίνου ἀρματος διφρείαν, καὶ
τὴν τῶν πυρίνων ἡνιόχησιν ἵππων, καὶ τὴν πρὸς
τὸ ὑπερκείμενον τῆς ἀνω λήξεως μεταχώρησιν , μηα
δεὶς ἀπαιτείτω τὴν ἀνθρωπίνην φύσιν. Οὐδὲ γὰρ
ἐκεῖνος ὲν τοῖς ὅροις μένων τῆς φύσεως, ἀπαθής
ὲν τῷ πυρὶ διεσώζετο, πρὸς τὸ ἀνωφερὲς τε καὶ
κοῦφον θείᾳ δυνάμει μεταακευάζων τὸ ἐμϐριθές τε
καὶ γήϊνον, μήθ’ ὅτι τὸν ἑαυτοῦ λόγον οἶόν τινα κλεῖν
ἐποιεῖτο τῆς ἐξ ούρανοῦ χορηγίας, ἀνιείς τε ὅτε
βούλοιτο , καὶ ἀποκλείων πάλιν κατ’ ἐξουσίαν , ὅτε
τοῦτο πράττειν ἄμεινον ῷετο. Ἀλλά καὶ τὸ είς πο·-
λὺν αὑτὸν διαρκέσαι χρόνον ἀπόσιτον, μιᾷ τροφῇ
τοῦ ὲγκρυφίου ἐκείνου όλυρίτου ὲν ὁμοίῳ τὴν δύνα-
μιν αὐτοῦ διασώζοντα μέχρις ἡμερῶν τεσσαράκοντα ·
παρείσθω καὶ τοῦτο , ὠς μεῖζον ἢ κατά ἄνθρωπον.
D Ἀπορος γὰρ τῇ ἀνθρωπίνη φύσει τῶν ὑπὲρ φύσιν ή
μίμησις. Σιγάσθω δὲ μετά τούτων δ τε βραχὺς έκεῖ-
νος τοῦ ἀλεύρου κέραμος , καὶ 6 τοῦ ἐλαίου καμψάι
κηςο διαρκῶν ἑκάτερος πρὸς τὴν χρείαν ὲν τῇ τῆς
τροφῆς χορηγίᾳ, καὶ παντὶ τοῦ λιμοῦ τῷ χρόνῳ συμ.
παρατείνων τὴν χάριν, είς ἐτη τρία καὶ μῆνας ἒξ. Τά
γὰρ τῆς ἄνωθεν ἐνεργείας θαύματα, ἰδιάζουσαν ἐπὶ
τῶν ἔργων ἔχει τὴν δύναμιν. Καὶ οὐκ ἄν τις εὐλόγως
ἀνθρωπίνῃ φύσει τὰς τοιαύτας θαυματοποιίας λογίο-
σαιτο.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.