PG 46, col. 969

Οὐκοῦν οὑ παρεσύρη πρὸς τὸ πάθος ἡ μήτηρ ν
οὑδὲ ἔπαθε δυσγενές τι καὶ γυναικεῖον , ὥστε βοῆ--
σαι πρὸς τὸ κακὸν , ἢ περιρῤἡξασθαι τὸ ἱμάτιον , ἧ
ὲπικωκύσαι τῷ πάθει, ἦ ταῖς γοεραῖς μελῳδίαις dva-
κινῆσαι τοὺς θρήνους. Ἀλλὰ ἠσυχῆ διεκαρτέρει τοῖς
λογισμοῖς, ταῖς τῆς φύσεως προσϐολαῖς διωθουμένη,
λογισμοῖς τε τοῖς ἰδίοις καὶ τοῖς παρὰ τῆς θυγα-
τρὸς αὑτῇ πρὸς τὴν τοῦ κακοῦ θεραπείαν προσαγο-
μὲνοις. Τότε γὰρ δὴ μάλιστα ὑψηλή τε καὶ ἐπηρμένη
ἡ τῆς παρθένου ψυχὴ διεφάνη · ὃτι καὶ ἐν ἐκείνῃ μὲν
ἠ φύσις τὸ ῐδιον ἔπασχεν · ἀδελφὸς γὰρ ἦν, καὶ ἁδελ-
φῶν ὁ κεχαρισμένος, ὁ τῷ τοιούτῳ τρόπῳ τοῦ θα-
νάτου ἀναρπασθείς. Ὅμως ὑψηλοτέρα γενομένη τῆς
φύσεως , συνεπῆρε τοῖς ἰδίοις λογισμοῖς τὴν μητέρα,
καὶ ὑπεράνω τοῦ πάθους ἔστησε ο τῷ καθ’ ἑαυτὴν
ὑποδείγματι , πρὸς ὑπομονήν τε καὶ ἀνδρείαν παιδα-
γωγήσασα · ἄλλως δὲ καὶ ὁ βίος αὑτῆς ἀεὶ⁵ δι’ ἀρετῆς
ὑψούμενος, οὑ παρεῖχε τῇ μητρὶ καιρὸν ἐπὶ τῷ λείποντι δυσχεραίνειν μᾶλλον , ἢ τῷ δρωμένῳ ἀγαθῷ
ὲπαγάλλεσθαι.
Ἐπεὶ οὖν επαύσατο τῇ μητρὶ, ἦ τε τῆς παιδοτρο-
φίας φροντὶς καὶ ἡ τῆς παιδεύσεώς τε καὶ κατα-
στάσεως τῶν τέκνων μέριμνα, καὶ αἱ πλείους τῆς
ὑλωδεστέρας ζωῆς ἀφορμαὶ , εἰς τὰ τέκνα κατεμερί-
σθησαν” τότε, καθὼς προείρηται, γίνεται σύμϐουλος
τῆς μητρὸς ή τῆς παρθένου ζωὴ πρὸς τὴν ἐμφιλὸ-
σοφον ταύτην καὶ ἄῦλον τοῦ βίου διαγωγήν· καὶ
ἀποστήσασα τῶν ὲν συνηθείᾳ πάντων, πρὸς τὸ ἴδιον
τῆς ταπεινοφροσύνης μέτρον μετήγαγενο ὁμότιμον
αὑτὴν γενέσθαι τῷ πληρώματι τῶν παρθένων παρα-
σκευάσασα, ὡς καὶ τραπέζης μιᾶς , καὶ κοίτης , καὶ
πάντων τῶν πρὸς τὴν ζωὴν κατὰ τὸ ἴσον συμμετέ-
χειν αὑταῖς, πάσης τῆς κατὰ τὴν ἀξίαν διαφορᾶς
ὑφαιρεθείσης αὑτῶν τῆς ζωῆς. Καὶ τοιαύτη τις ἦν
ἡ τοῦ βίου τάξις , καὶ τοσοῦτον τδ ὕψος τῆς φιλοσο-
φίας , καὶ η σεμνὴ τῆς ζωῆς πολιτεία ὲν τῇ καθ’
ἡμέραν τε καὶ νύκτα διαγωγῇ , ὡς ὑπερϐαίνειν τὴν
ἐκ τῶν λόγων ὑπογραφὴν. Καθάπερ γὰρ αἱ διὰ θα-
νάτου τῶν σωμάτων ἐκλυθεῖσαι ψυχαὶ, καὶ τῶν κατὰ
τὸν βίον τοῦτον μεριμνῶν συνεκλύονται, οὕτως κε-
χώριστο αὑτῶν ἡ ζωὴ , καὶ ἀπῴκιστο πάσης βιωτι-
κῆς ματαιότητος, καὶ πρὸς μί μη σιν τῆς τῶν ἀγγέλων
ζωῆς ὲρῤυθμίζετο. Ἐν οἷς γάρ οὑ θυμὸς , οὑ φθόνος,
οὑ μῖσος , οὑχ ὑπεροψία , οὑκ ἄλλο τι τῶν τοιούτων
suscipit-0' ἦ τε τῶν ματαίων ἐπιθυμία, τιμῆς τε καὶ
δόξης, καὶ τύφου, καὶ ὑπερηφανίας, καὶ πάντων
τῶν τοιούτων ὲκδεὸλημένων. Τρυφὴ δὲ ἧν ἡ ἐγκρά-
τεια, καὶ δόξα τὸ μὴ γινώσκεσθαι. Πλοῦτος δὲ ἧνή
ἁκτημοσύνη , καὶ τὸ πᾶσαν τὴν ὑλικὴν περιουσίαν,
οἶόν τινα κόνιν τῶν σωμάτων, ἀποτινάξασθαι.Ἔργον
δὲ τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων οὐδὲν,
ὅτι μὴ πάρεργον. Μόνη δὲ ἡ τῶν θείων μελέτη , καὶ
τὸ τῆς προσευχῆς ἀδιάλειπτον, καὶ ἡ ἄπαυστος ὑμν-
ῳδία· κατὰ τὸ ἴσον συμπαρατεινομένη τῷ χρόνῳ, διὰ
νυκτὸς καὶ ἡμέρας πάσης · ὥστε αὑταῖς , καὶ ἔργον
ΡΑΤιιοι. Gn. XLVI.

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.