PG 46, col. 987

γῆς ἐξουσίαν ἀφιέναι ἁμαρτίας, ἄνες μοι’ ἵνα ἁνα-
ψύξω, καὶ εὑρεθῶ ἐνώπιόν σου ἐν τῇ ἀπεκδύσει τοῦ
σώματός μου, μὴ ἔχουσα σπῖλον ἐν τῇ μορφῇ τῆς
ψυχῆς μου. Ἀλλ’ ἄμωμος, καὶ ἀκηλίδωτος προσδε-
χθείη ἡ ψυχή μου ἐν ταῖς χερσί σου, ὡς θυμίαμα
ἐνώπιόν σου. ι Καὶ ταῦτα ἅμα λέγουσα, ἐπετίθει
τὴν σφραγῖδα τοῖς ὀφθαλμοῖς κα)⁸ τῷ στόματι καὶ τῇ
καρδίᾳ. Καὶ κατ’ ὀλίγον, ἦ τε γλῶσσα τῷ πυρετῷ
καταφρυγεῖσα, οὐκέτι διήρθρου τὸν λόγον, καὶ ή
φωνὴ ὐπεδίδου. Καὶ ἐν μόνῃ τῇ τῶν χειλέων διαστολῇ, καὶ τῇ τῶν χειρῶν κινήσει, τὸ ἐν προσευχῇ εἶναι
αὐτὴν ἐγινώσκομεν.
Καὶ ἐν τούτοις τῆς ἑσπέρας ἐπιλαϐούσης , καὶ φω·
τὸς είσκομισθέντος, ἀθρόον τὸν τῶν ὀμμάτων δια-
στείλασα κύκλον, καὶ πρὸς τὴν αὐγὴν ἀπιδοῦσα, ἐκ·
δηλος μὲν ῆν φθέγξασθαι τὴν ἐπιλύχνιον εὐχαριστίαν
προθυμουμένη ο τῆς δέ φωνῆς ἐπιλειπούσης, διὰ τῆς
καρδίας καὶ τῆς τῶν χειρῶν κινήσεως ἐπλήρου τὴν
πρόθεσιν, καὶ τὰ χείλη πρὸς τὴν ἔνδοθεν ὀρμὴν συν-
εκινεῖτοο ὼς δὲ ἐπλήρωσε τὴν εὐχαριστίαν , καὶ ἡ
χεὶρ ἐπαχθείσα διὰ τῆς σφραγῖδος τῷ προσώπῳ, τὸ
πέρας τῆς εὐχῆς διεσήμαινε, μέγα τι καὶ βύθιον
ἀντιπνεύσασα, τῇ προσευχῇ τὴν ζωὴν συγκατέληξεν.
Ὠς δέ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς
τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν
πεποίητο, είποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς
αὐτῆς ἐπιϐληθῆναι χεῖρας, καὶ δι’ ἐμοῦ τὴν νενο-
μισμένην θεραπείαν ἐπαχθῆναι τῷ σώματι, ἐπήγα-
γον τῷ ἁγίῳ προσώπῳ νεναρκυῖαν ἐκ τοῦ πάθους
τὴν χεῖρα , ὅσον μὴ δόξαι τῆς ἐντολῆς ἀμέλεῖνο οὐδέ
γὰρ τῶν ἐπανορθούντων οἱ ὀφθαλμοὶ προσεδέοντο,
καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν γίνεται ὕπνου, τοῖς βλε-
φάροις εὐκόσμως διειλημμένοι· τά τε χείλη προσφυῶς
μεμυκότα, καὶ αι χεῖρες εὐπρεπῶς ἐπανακλιθεῖσαι
τῷ στήθει, πᾶσά τε ἡ τοῦ σώματος θέσις αὐτομά-
τως κατὰ τὸ εὔσχημον ἁρμοσθεῖσα, οὐδὲν τῆς τῶν
κοσμούντων χειρὸς ἐπεδέετο.
Ἐμοὶ δέ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχή’ είς τὸ
φαινόμενον ἔϐλεπον, καὶ τὴν ἀκοὴν διὰ τῆς γοερᾶς
τῶν παρθένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ
ἐν ἠσυχίᾳ διεκαρτέρουν ἐκεῖναι, καὶ τῇ ψυχῇ τὴν
ὀδύνην ἐγκατακλείουσαι, τὴν τῆς οἰμωγῆς ὀρμὴν τῷ
πρὸς αὐτὴν φόϐῳ κατέπνιγον, ὥσπερ δεδοικυῖαι
καὶ σιωπῶντος ήδη τοῦ προσώπου την ἐπιτίμη-
σιν, μήτι παρὰ τὸ διατεταγμένον αὐταῖς φωνῆς
τινος παρ’ αὐτῶν ἐκραγείσης, λυπηθείη πρὸς τὸ
γινόμενον ὴ διδάσκαλος. Ἐπεὶ δὲ οὐκέτι κατα-
κρατεῖσθαι δι’ ἡσυχίας τὸ πάθος ἠδύνατο, τοῦ
πένθους οἱονεὶ πυρός τινος ἔνδοθεν αὐτῶν τὰς ψυχὰς
διασμύχοντος , ἀθρόως πικρός τις καὶ ἄσχετος ἀναῤ-
ῥήγνυται ἦχος· ὥστε μοι μηκέτι μένειν ἐν τῷ καθ-
εστηκότι τὸν λογισμὸν, ἀλλὰ καθάπερ χειμάρῤου τινος
ἐπικλύσαντος , ὑποϐρύχιον παρενεχθῆναι τῷ πάθει,
(αἱ τῶν ἐν χερσὶν ἀμελήσαντα, ὅλον τῶν θρήνων εἷ-
δαι. Καί μοι δικαία πως ἐδόκει καὶ εὔλογος ὴ τοῦ
πένθους ἀφορμὴ ταῖς παρθένοις εἶναι. Οὐ γὰρ cnv-

Testo OCR da scansione; possono restare errori di lettura.

Salva per dopo

Inserisci la tua email: ti invieremo un link per accedere. Nessuna password. Ciò che salvi (voci, versetti, capitoli, documenti) ti segue su ogni dispositivo.